7.57 Ὡς δὲ διέβησαν πάντες , ἐς ὁδὸν ὁρμημένοισι τέρας σφι ἐφάνη μέγα , τὸ Ξέρξης ἐν οὐδενὶ λόγῳ ἐποιήσατο καίπερ εὐσύμβλητον ἐόν · ἵππος γὰρ ἔτεκε λαγόν . Εὐσύμβλητον ὦν τῇδε τοῦτο ἐγένετο , ὅτι ἔμελλε μὲν ἐλᾶν στρατιὴν ἐπὶ τὴν Ἑλλάδα Ξέρξης ἀγαυρότατα καὶ μεγαλοπρεπέστατα , ὀπίσω δὲ περὶ ἑωυτοῦ τρέχων ἥξειν ἐς τὸν αὐτὸν χῶρον . Ἐγένετο δὲ καὶ ἕτερον αὐτῷ τέρας ἐόντι ἐν Σάρδισι · ἡμίονος γὰρ ἔτεκε ἡμίονον διξὰ ἔχουσαν αἰδοῖα , τὰ μὲν ἔρσενος , τὰ δὲ θηλέης · κατύπερθε δὲ ἦν τὰ τοῦ ἔρσενος .
7.58 Τῶν ἀμφοτέρων λόγον οὐδένα ποιησάμενος τὸ πρόσω ἐπορεύετο , σὺν δέ οἱ πεζὸς στρατός · δὲ ναυτικὸς ἔξω τὸν Ἑλλήσποντον πλέων παρὰ γῆν ἐκομίζετο , τὰ ἔμπαλιν πρήσσων τοῦ πεζοῦ . μὲν γὰρ πρὸς ἑσπέρην ἔπλεε , ἐπὶ Σαρπηδονίης ἄκρης ποιεύμενος τὴν ἄπιξιν , ἐς τὴν αὐτῷ προείρητο ἀπικομένῳ περιμένειν · δὲ κατ’ ἤπειρον στρατὸς πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐποιέετο τὴν ὁδὸν διὰ τῆς Χερσονήσου , ἐν δεξιῇ μὲν ἔχων τὸν Ἕλλης τάφον τῆς Ἀθάμαντος , ἐν ἀριστερῇ δὲ Καρδίην πόλιν , διὰ μέσης δὲ πορευόμενος πόλιος τῇ οὔνομα τυγχάνει ἐὸν Ἀγορή . Ἐνθεῦτεν δὲ κάμπτων τὸν κόλπον τὸν Μέλανα καλεόμενον καὶ Μέλανα ποταμόν , οὐκ ἀντισχόντα τότε τῇ στρατιῇ τὸ ῥέεθρον ἀλλ’ ἐπιλιπόντα , τοῦτον τὸν ποταμὸν διαβάς , ἐπ’ οὗ καὶ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει , ἤιε πρὸς ἑσπέρην , Αἶνόν τε πόλιν Αἰολίδα καὶ Στεντορίδα λίμνην παρεξιών , ἐς ἀπίκετο ἐς Δορίσκον .