7.55 Ὡς δὲ ταῦτά οἱ ἐπεποίητο , διέβαινον κατὰ μὲν τὴν ἑτέρην τῶν γεφυρέων τὴν πρὸς τοῦ Πόντου πεζός τε καὶ ἵππος ἅπασα , κατὰ δὲ τὴν πρὸς τὸ Αἰγαῖον τὰ ὑποζύγια καὶ θεραπηίη . Ἡγέοντο δὲ πρῶτα μὲν οἱ μύριοι Πέρσαι , ἐστεφανωμένοι πάντες · μετὰ δὲ τούτους σύμμικτος στρατὸς παντοίων ἐθνέων . Ταύτην μὲν τὴν ἡμέρην οὗτοι · Τῇ δὲ ὑστεραίῃ πρῶτοι μὲν οἵ τε ἱππόται καὶ οἱ τὰς λόγχας κάτω τρέποντες · ἐστεφάνωντο δὲ καὶ οὗτοι . Μετὰ δὲ οἵ τε ἵπποι οἱ ἱροὶ καὶ τὸ ἅρμα τὸ ἱρόν , ἐπὶ δὲ αὐτός τε Ξέρξης καὶ οἱ αἰχμοφόροι καὶ οἱ ἱππόται οἱ χίλιοι , ἐπὶ δὲ τούτοισι ἄλλος στρατός . Καὶ αἱ νέες ἅμα ἀνήγοντο ἐς τὴν ἀπεναντίον . Ἤδη δὲ ἤκουσα καὶ ὕστατον διαβῆναι βασιλέα πάντων .
7.56 Ξέρξης δὲ ἐπεὶ διέβη ἐς τὴν Εὐρώπην , ἐθηεῖτο τὸν στρατὸν ὑπὸ μαστίγων διαβαίνοντα . Διέβη δὲ στρατὸς αὐτοῦ ἐν ἑπτὰ ἡμέρῃσι καὶ ἐν ἑπτὰ εὐφρόνῃσι , ἐλινύσας οὐδένα χρόνον . Ἐνθαῦτα λέγεται Ξέρξεω ἤδη διαβεβηκότος τὸν Ἑλλήσποντον ἄνδρα εἰπεῖν Ἑλλησπόντιον . ʹ Ζεῦ , τί δὴ ἀνδρὶ εἰδόμενος Πέρσῃ καὶ οὔνομα ἀντὶ Διὸς Ξέρξην θέμενος ἀνάστατον τὴν Ἑλλάδα θέλεις ποιῆσαι , ἄγων πάντας ἀνθρώπους ; Καὶ γὰρ ἄνευ τούτων ἐξῆν τοι ποιέειν ταῦτα . ʹ