7.53 Ταῦτα εἴπας καὶ Ἀρτάβανον ἀποστείλας ἐς Σοῦσα δεύτερα μετεπέμψατο Ξέρξης Περσέων τοὺς δοκιμωτάτους · ἐπεὶ δέ οἱ παρῆσαν , ἔλεγέ σφι τάδε · ʹ Πέρσαι , τῶνδ’ ἐγὼ ὑμέων χρηίζων συνέλεξα , ἄνδρας τε γίνεσθαι ἀγαθοὺς καὶ μὴ καταισχύνειν τὰ πρόσθε ἐργασμένα Πέρσῃσι , ἐόντα μεγάλα τε καὶ πολλοῦ ἄξια , ἀλλ’ εἷς τε ἕκαστος καὶ οἱ σύμπαντες προθυμίην ἔχωμεν · ξυνὸν γὰρ πᾶσι τοῦτο ἀγαθὸν σπεύδεται . Τῶνδε δὲ εἵνεκα προαγορεύω ἀντέχεσθαι τοῦ πολέμου ἐντεταμένως · ὡς γὰρ ἐγὼ πυνθάνομαι , ἐπ’ ἄνδρας στρατευόμεθα ἀγαθούς , τῶν ἢν κρατήσωμεν , οὐ μή τις ἡμῖν ἄλλος στρατὸς ἀντιστῇ κοτε ἀνθρώπων . Νῦν δὲ διαβαίνωμεν ἐπευξάμενοι τοῖσι θεοῖσι οἳ Περσίδα γῆν λελόγχασι . ʹ
7.54 Ταύτην μὲν τὴν ἡμέρην παρεσκευάζοντο ἐς τὴν διάβασιν . Τῇ δὲ ὑστεραίῃ ἀνέμενον τὸν ἥλιον ἐθέλοντες ἰδέσθαι ἀνίσχοντα , θυμιήματά τε παντοῖα ἐπὶ τῶν γεφυρέων καταγίζοντες καὶ μυρσίνῃσι στορνύντες τὴν ὁδόν . Ὡς δ’ ἐπανέτελλε ἥλιος , σπένδων ἐκ χρυσέης φιάλης Ξέρξης ἐς τὴν θάλασσαν εὔχετο πρὸς τὸν ἥλιον μηδεμίαν οἱ συντυχίην τοιαύτην γενέσθαι μιν παύσει καταστρέψασθαι τὴν Εὐρώπην πρότερον ἐπὶ τέρμασι τοῖσι ἐκείνης γένηται . Εὐξάμενος δὲ ἐσέβαλε τὴν φιάλην ἐς τὸν Ἑλλήσποντον καὶ χρύσεον κρητῆρα καὶ Περσικὸν ξίφος τὸν ἀκινάκην καλέουσι . Ταῦτα οὐκ ἔχω ἀτρεκέως διακρῖναι οὔτε εἰ τῷ ἡλίῳ ἀνατιθεὶς κατῆκε ἐς τὸ πέλαγος οὔτε εἰ μετεμέλησέ οἱ τὸν Ἑλλήσποντον μαστιγώσαντι καὶ ἀντὶ τούτων τὴν θάλασσαν ἐδωρέετο .