7.51 Λέγει Ἀρτάβανος μετὰ ταῦτα · ʹ βασιλεῦ , ἐπείτε ἀρρωδέειν οὐδὲν ἐᾷς πρῆγμα , σὺ δέ μεο συμβουλίην ἔνδεξαι · ἀναγκαίως γὰρ ἔχει περὶ πολλῶν πρηγμάτων πλέονα λόγον ἐκτεῖναι . Κῦρος Καμβύσεω Ἰωνίην πᾶσαν πλὴν Ἀθηνέων κατεστρέψατο δασμοφόρον εἶναι Πέρσῃσι . Τούτους ὦν τοὺς ἄνδρας συμβουλεύω τοι μηδεμιῇ μηχανῇ ἄγειν ἐπὶ τοὺς πατέρας · καὶ γὰρ ἄνευ τούτων οἷοί τέ εἰμεν τῶν ἐχθρῶν κατυπέρτεροι γίνεσθαι . γάρ σφεας , ἢν ἕπωνται , δεῖ ἀδικωτάτους γίνεσθαι καταδουλουμένους τὴν μητρόπολιν , δικαιοτάτους συνελευθεροῦντας · ἀδικώτατοι μέν νυν γινόμενοι οὐδὲν κέρδος μέγα ἡμῖν προσβάλλουσι , δικαιότατοι δὲ γινόμενοι οἷοί τε δηλήσασθαι μεγάλως τὴν σὴν στρατιὴν γίνονται . Ἐς θυμὸν ὦν βάλεο καὶ τὸ παλαιὸν ἔπος ὡς εὖ εἴρηται , τὸ μὴ ἅμα ἀρχῇ πᾶν τέλος καταφαίνεσθαι . ʹ
7.52 Ἀμείβεται πρὸς ταῦτα Ξέρξης · ʹ Ἀρτάβανε , τῶν ἀπεφήναο γνωμέων σφάλλεαι κατὰ ταύτην δὴ μάλιστα , ὃς Ἴωνας φοβέαι μὴ μεταβάλωσι , τῶν ἔχομεν γνῶμα μέγιστον , τῷ σύ τε μάρτυς γίνεαι καὶ οἱ συστρατευσάμενοι Δαρείῳ ἄλλοι ἐπὶ Σκύθας , ὅτε ἐπὶ τούτοισι πᾶσα Περσικὴ στρατιὴ ἐγένετο διαφθεῖραι καὶ περιποιῆσαι · οἱ δὲ δικαιοσύνην καὶ πιστότητα ἐνέδωκαν , ἄχαρι δὲ οὐδέν . Πάρεξ δὲ τούτου , ἐν τῇ ἡμετέρῃ καταλιπόντας τέκνα καὶ γυναῖκας καὶ χρήματα οὐδ’ ἐπιλέγεσθαι χρὴ νεώτερόν τι ποιήσειν . Οὕτω μηδὲ τοῦτο φοβέο , ἀλλὰ θυμὸν ἔχων ἀγαθὸν σῷζε οἶκόν τε τὸν ἐμὸν καὶ τυραννίδα τὴν ἐμήν · σοὶ γὰρ ἐγὼ μούνῳ ἐκ πάντων σκῆπτρα τὰ ἐμὰ ἐπιτρέπω . ʹ ʹ