7.50 Ἀμείβεται Ξέρξης τοῖσδε · ʹ Ἀρτάβανε , οἰκότως μὲν σύ γε τούτων ἕκαστα διαιρέαι , ἀτὰρ μήτε πάντα φοβέο μήτε πᾶν ὁμοίως ἐπιλέγεο . Εἰ γὰρ δὴ βούλοιο ἐπὶ τῷ αἰεὶ ἐπεσφερομένῳ πρήγματι τὸ πᾶν ὁμοίως ἐπιλέγεσθαι , ποιήσειας ἂν οὐδαμὰ οὐδέν · κρέσσον δὲ πάντα θαρσέοντα ἥμισυ τῶν δεινῶν πάσχειν μᾶλλον πᾶν χρῆμα προδειμαίνοντα μηδαμὰ μηδὲν ποιέειν . Εἰ δὲ ἐρίζων πρὸς πᾶν τὸ λεγόμενον μὴ τὸ βέβαιον ἀποδέξεις , σφάλλεσθαι ὀφείλεις ἐν αὐτοῖσι ὁμοίως καὶ ὑπεναντία τούτοισι λέξας · τοῦτο μέν νυν ἐπ’ ἴσης ἔχει . Εἰδέναι δὲ ἄνθρωπον ἐόντα κῶς χρὴ τὸ βέβαιον ; Δοκέω μὲν οὐδαμῶς . Τοῖσι τοίνυν βουλομένοισι ποιέειν ὡς τὸ ἐπίπαν φιλέει γίνεσθαι τὰ κέρδεα , τοῖσι δὲ ἐπιλεγομένοισί τε πάντα καὶ ὀκνέουσι οὐ μάλα ἐθέλει . Ὁρᾷς τὰ Περσέων πρήγματα ἐς δυνάμιος προκεχώρηκε . Εἰ τοίνυν ἐκεῖνοι οἱ πρὸ ἐμέο γενόμενοι βασιλέες γνώμῃσι ἐχρέωντο ὁμοίῃσι καὶ σὺ μὴ χρεώμενοι γνώμῃσι τοιαύτῃσι ἄλλους συμβούλους εἶχον τοιούτους , οὐκ ἄν κοτε εἶδες αὐτὰ ἐς τοῦτο προελθόντα · νῦν δὲ κινδύνους ἀναρριπτέοντες ἐς τοῦτό σφεα προηγάγοντο · μεγάλα γὰρ πρήγματα μεγάλοισι κινδύνοισι ἐθέλει καταιρέεσθαι . Ἡμεῖς τοίνυν ὁμοιούμενοι ἐκείνοισι ὥρην τε τοῦ ἔτεος καλλίστην πορευόμεθα καὶ καταστρεψάμενοι πᾶσαν τὴν Εὐρώπην νοστήσομεν ὀπίσω , οὔτε λιμῷ ἐντυχόντες οὐδαμόθι οὔτε ἄλλο ἄχαρι οὐδὲν παθόντες . Τοῦτο μὲν γὰρ αὐτοὶ πολλὴν φορβὴν φερόμενοι πορευόμεθα , τοῦτο δέ , τῶν ἄν κου ἐπιβέωμεν γῆν καὶ ἔθνος , τούτων τὸν σῖτον ἕξομεν · ἐπ’ ἀροτῆρας δὲ καὶ οὐ νομάδας στρατευόμεθα ἄνδρας . ʹ