7.49 δ’ ἀμείβετο λέγων · ʹ βασιλεῦ , οὔτε στρατὸν τοῦτον , ὅστις γε σύνεσιν ἔχει , μέμφοιτ’ ἂν οὔτε τῶν νεῶν τὸ πλῆθος · ἤν τε πλέονας συλλέξῃς , τὰ δύο τοι τὰ λέγω πολλῷ ἔτι πολεμιώτερα γίνεται . Τὰ δὲ δύο ταῦτα ἐστὶ γῆ τε καὶ θάλασσα . Οὔτε γὰρ τῆς θαλάσσης ἔστι λιμὴν τοσοῦτος οὐδαμόθι , ὡς ἐγὼ εἰκάζω , ὅστις ἐγειρομένου χειμῶνος δεξάμενός σεο τοῦτο τὸ ναυτικὸν φερέγγυος ἔσται διασῶσαι τὰς νέας · καίτοι οὐκὶ ἕνα αὐτὸν δεῖ εἶναι τὸν λιμένα , ἀλλὰ παρὰ πᾶσαν τὴν ἤπειρον παρ’ ἣν δὴ κομίεαι . Οὐκ ὦν δὴ ἐόντων τοι λιμένων ὑποδεξίων , μάθε ὅτι αἱ συμφοραὶ τῶν ἀνθρώπων ἄρχουσι καὶ οὐκὶ ὥνθρωποι τῶν συμφορέων . Καὶ δὴ τῶν δύο τοι τοῦ ἑτέρου εἰρημένου τὸ ἕτερον ἔρχομαι ἐρέων . Γῆ δὴ πολεμίη τῇδέ τοι κατίσταται · εἰ θέλει τοι μηδὲν ἀντίξοον καταστῆναι , τοσούτῳ τοι γίνεται πολεμιωτέρη ὅσῳ ἂν προβαίνῃς ἑκαστέρω , τὸ πρόσω αἰεὶ κλεπτόμενος · εὐπρηξίης γὰρ οὐκ ἔστι ἀνθρώποισι οὐδεμία πληθώρη . Καὶ δή τοι , ὡς οὐδενὸς ἐναντιουμένου , λέγω τὴν χώρην πλέονα ἐν πλέονι χρόνῳ γινομένην λιμὸν τέξεσθαι . Ἀνὴρ δὲ οὕτω ἂν εἴη ἄριστος , εἰ βουλευόμενος μὲν ἀρρωδέοι , πᾶν ἐπιλεγόμενος πείσεσθαι χρῆμα , ἐν δὲ τῷ ἔργῳ θρασὺς εἴη . ʹ