7.47 Ξέρξης δὲ ἀμείβετο λέγων · ʹ Ἀρτάβανε , βιοτῆς μέν νυν ἀνθρωπηίης πέρι , ἐούσης τοιαύτης οἵην περ σὺ διαιρέαι εἶναι , παυσώμεθα , μηδὲ κακῶν μεμνεώμεθα χρηστὰ ἔχοντες πρήγματα ἐν χερσί . Φράσον δέ μοι τόδε · εἴ τοι ὄψις τοῦ ἐνυπνίου μὴ ἐναργὴς οὕτω ἐφάνη , εἶχες ἂν τὴν ἀρχαίην γνώμην , οὐκ ἐῶν με στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα , μετέστης ἄν ; Φέρε τοῦτό μοι ἀτρεκέως εἰπέ . ʹ δὲ ἀμείβετο λέγων · ʹ βασιλεῦ , ὄψις μὲν ἐπιφανεῖσα τοῦ ὀνείρου ὡς βουλόμεθα ἀμφότεροι τελευτήσειε · ἐγὼ δ’ ἔτι καὶ ἐς τόδε δείματός εἰμι ὑπόπλεος οὐδ’ ἐντὸς ἐμεωυτοῦ , ἄλλα τε πολλὰ ἐπιλεγόμενος καὶ δὴ καὶ ὁρέων τοι δύο τὰ μέγιστα πάντων ἐόντα πολεμιώτατα . ʹ Ξέρξης δὲ πρὸς ταῦτα ἀμείβετο τοῖσδε ·
7.48 ʹ Δαιμόνιε ἀνδρῶν , κοῖα ταῦτα δύο λέγεις εἶναί μοι πολεμιώτατα ; Κότερά τοι πεζὸς μεμπτὸς κατὰ πλῆθός ἐστι , καὶ τὸ Ἑλληνικὸν στράτευμα φαίνεται πολλαπλήσιον ἔσεσθαι τοῦ ἡμετέρου , τὸ ναυτικὸν τὸ ἡμέτερον λείψεσθαι τοῦ ἐκείνων , καὶ συναμφότερα ταῦτα ; Εἰ γάρ τοι ταύτῃ φαίνεται ἐνδεέστερα εἶναι τὰ ἡμέτερα πρήγματα , στρατοῦ ἂν ἄλλου τις τὴν ταχίστην ἄγερσιν ποιοῖτο . ʹ