7.41 Ἐξήλασε μὲν οὕτω ἐκ Σαρδίων Ξέρξης , μετεκβαίνεσκε δέ , ὅκως μιν λόγος αἱρέοι , ἐκ τοῦ ἅρματος ἐς ἁρμάμαξαν . Αὐτοῦ δὲ ὄπισθε αἰχμοφόροι Περσέων οἱ ἄριστοί τε καὶ γενναιότατοι χίλιοι , κατὰ νόμον τὰς λόγχας ἔχοντες · μετὰ δὲ ἵππος ἄλλη χιλίη ἐκ Περσέων ἀπολελεγμένη · μετὰ δὲ τὴν ἵππον ἐκ τῶν λοιπῶν Περσέων ἀπολελεγμένοι μύριοι · οὗτος πεζὸς ἦν . Καὶ τούτων χίλιοι μὲν ἐπὶ τοῖσι δόρασι ἀντὶ τῶν σαυρωτήρων ῥοιὰς εἶχον χρυσέας καὶ πέριξ συνεκλήιον τοὺς ἄλλους , οἱ δὲ εἰνακισχίλιοι ἐντὸς τούτων ἐόντες ἀργυρέας ῥοιὰς εἶχον · εἶχον δὲ χρυσέας ῥοιὰς καὶ οἱ ἐς τὴν γῆν τρέποντες τὰς λόγχας , καὶ μῆλα οἱ ἄγχιστα ἑπόμενοι Ξέρξῃ . Τοῖσι δὲ μυρίοισι ἐπετέτακτο ἵππος Περσέων μυρίη . Μετὰ δὲ τὴν ἵππον διέλειπέ τε καὶ δύο σταδίους καὶ ἔπειτα λοιπὸς ὅμιλος ἤιε ἀναμίξ .
7.42 Ἐποιέετο δὲ τὴν ὁδὸν ἐκ τῆς Λυδίης στρατὸς ἐπί τε ποταμὸν Κάϊκον καὶ γῆν τὴν Μυσίην , ἀπὸ δὲ Καΐκου ὁρμώμενος , Κάνης ὄρος ἔχων ἐν ἀριστερῇ , διὰ τοῦ Ἀταρνέος ἐς Καρήνην πόλιν · ἀπὸ δὲ ταύτης διὰ Θήβης πεδίου ἐπορεύετο , Ἀτραμύττειόν τε πόλιν καὶ Ἄντανδρον τὴν Πελασγίδα παραμειβόμενος . Τὴν Ἴδην δὲ λαβών , ἐς ἀριστερὴν χεῖρα ἤιε ἐς τὴν Ἰλιάδα γῆν . Καὶ πρῶτα μέν οἱ ὑπὸ τῇ Ἴδῃ νύκτα ἀναμείναντι βρονταί τε καὶ πρηστῆρες ἐπεσπίπτουσι καί τινα αὐτοῦ ταύτῃ συχνὸν ὅμιλον διέφθειραν .