7.40 Ἡγέοντο δὲ πρῶτοι μὲν οἱ σκευοφόροι τε καὶ τὰ ὑποζύγια , μετὰ δὲ τούτους στρατὸς παντοίων ἐθνέων ἀναμίξ , οὐ διακεκριμένοι . Τῇ δὲ ὑπερημίσεες ἦσαν , ἐνθαῦτα διελέλειπτο , καὶ οὐ συνέμισγον οὗτοι βασιλέϊ . Προηγέοντο μὲν δὴ ἱππόται χίλιοι ἐκ Περσέων πάντων ἀπολελεγμένοι · μετὰ δὲ αἰχμοφόροι χίλιοι , καὶ οὗτοι ἐκ πάντων ἀπολελεγμένοι , τὰς λόγχας κάτω ἐς τὴν γῆν τρέψαντες . Μετὰ δὲ ἱροὶ Νησαῖοι καλεόμενοι ἵπποι δέκα , κεκοσμημένοι ὡς κάλλιστα . Νησαῖοι δὲ καλέονται ἵπποι ἐπὶ τοῦδε · ἔστι πεδίον μέγα τῆς Μηδικῆς τῷ οὔνομά ἐστι Νήσαιον · τοὺς ὦν δὴ ἵππους τοὺς μεγάλους φέρει τὸ πεδίον τοῦτο . Ὄπισθε δὲ τούτων τῶν δέκα ἵππων ἅρμα Διὸς ἱρὸν ἐπετέτακτο , τὸ ἵπποι μὲν εἷλκον λευκοὶ ὀκτώ , ὄπισθε δὲ αὖ τῶν ἵππων εἵπετο πεζῇ ἡνίοχος ἐχόμενος τῶν χαλινῶν · οὐδεὶς γὰρ δὴ ἐπὶ τοῦτον τὸν θρόνον ἀνθρώπων ἐπιβαίνει . Τούτου δὲ ὄπισθε αὐτὸς Ξέρξης ἐπ’ ἅρματος ἵππων Νησαίων · παρεβεβήκεε δέ οἱ ἡνίοχος τῷ οὔνομα ἦν Πατιράμφης Ὀτάνεω παῖς , ἀνδρὸς Πέρσεω παῖς .