7.43 Ἀπικομένου δὲ τοῦ στρατοῦ ἐπὶ ποταμὸν Σκάμανδρον , ὃς πρῶτος ποταμῶν ἐπείτε ἐκ Σαρδίων ὁρμηθέντες ἐπεχείρησαν τῇ ὁδῷ ἐπέλιπε τὸ ῥέεθρον οὐδ’ ἀπέχρησε τῇ στρατιῇ τε καὶ τοῖσι κτήνεσι πινόμενος , ἐπὶ τοῦτον δὴ τὸν ποταμὸν ὡς ἀπίκετο Ξέρξης , ἐς τὸ Πριάμου Πέργαμον ἀνέβη , ἵμερον ἔχων θεήσασθαι . Θεησάμενος δὲ καὶ πυθόμενος ἐκείνων ἕκαστα , τῇ Ἀθηναίῃ τῇ Ἰλιάδι ἔθυσε βοῦς χιλίας · χοὰς δὲ οἱ μάγοι τοῖσι ἥρωσι ἐχέαντο . Ταῦτα δὲ ποιησαμένοισι νυκτὸς φόβος ἐς τὸ στρατόπεδον ἐνέπεσε . Ἅμα ἡμέρῃ δὲ ἐπορεύετο ἐνθεῦτεν , ἐν ἀριστερῇ μὲν ἀπέργων Ῥοίτειον πόλιν καὶ Ὀφρύνειον καὶ Δάρδανον , περ δὴ Ἀβύδῳ ὅμουρός ἐστι , ἐν δεξιῇ δὲ Γέργιθας Τευκρούς . ʹ
7.44 Ἐπεὶ δ’ ἐγένοντο ἐν Ἀβύδῳ , ἠθέλησε Ξέρξης ἰδέσθαι πάντα τὸν στρατόν . Καὶ , προεπεποίητο γὰρ ἐπὶ κολωνοῦ ἐπίτηδες αὐτῷ ταύτῃ προεξέδρη λίθου λευκοῦ ἐποίησαν δὲ Ἀβυδηνοί , ἐντειλαμένου πρότερον βασιλέος , ἐνθαῦτα ὡς ἵζετο , κατορέων ἐπὶ τῆς ἠιόνος ἐθηεῖτο καὶ τὸν πεζὸν καὶ τὰς νέας . Θηεύμενος δὲ ἱμέρθη τῶν νεῶν ἅμιλλαν γινομένην ἰδέσθαι · ἐπεὶ δὲ ἐγένετό τε καὶ ἐνίκων Φοίνικες Σιδώνιοι , ἥσθη τε τῇ ἁμίλλῃ καὶ τῇ στρατιῇ .
7.45 Ὡς δὲ ὥρα πάντα μὲν τὸν Ἑλλήσποντον ὑπὸ τῶν νεῶν ἀποκεκρυμμένον , πάσας δὲ τὰς ἀκτὰς καὶ τὰ Ἀβυδηνῶν πεδία ἐπίπλεα ἀνθρώπων , ἐνθαῦτα Ξέρξης ἑωυτὸν ἐμακάρισε , μετὰ δὲ τοῦτο ἐδάκρυσε .