7.39 Κάρτα τε ἐθυμώθη Ξέρξης καὶ ἀμείβετο τοῖσδε · ʹ κακὲ ἄνθρωπε , σὺ ἐτόλμησας , ἐμέο στρατευομένου αὐτοῦ ἐπὶ τὴν Ἑλλάδα καὶ ἄγοντος παῖδας ἐμοὺς καὶ ἀδελφεοὺς καὶ οἰκηίους καὶ φίλους , μνήσασθαι περὶ σέο παιδός , ἐὼν ἐμὸς δοῦλος , τὸν χρῆν πανοικίῃ αὐτῇ γυναικὶ συνέπεσθαι ; Εὖ νυν τόδ’ ἐξεπίστασο , ὡς ἐν τοῖσι ὠσὶ τῶν ἀνθρώπων οἰκέει θυμός , ὃς χρηστὰ μὲν ἀκούσας τέρψιος ἐμπιπλέει τὸ σῶμα , ὑπεναντία δὲ τούτοισι ἀκούσας ἀνοιδέει . Ὅτε μέν νυν χρηστὰ ποιήσας ἕτερα τοιαῦτα ἐπηγγέλλεο , εὐεργεσίῃσι βασιλέα οὐ καυχήσεαι ὑπερβαλέσθαι · ἐπείτε δὲ ἐς τὸ ἀναιδέστερον ἐτράπεο , τὴν μὲν ἀξίην οὐ λάμψεαι , ἐλάσσω δὲ τῆς ἀξίης . Σὲ μὲν γὰρ καὶ τοὺς τέσσερας τῶν παίδων ῥύεται τὰ ξείνια · τοῦ δὲ ἑνός , τοῦ περιέχεαι μάλιστα , τῇ ψυχῇ ζημιώσεαι . ʹ Ὡς δὲ ταῦτα ὑπεκρίνατο , αὐτίκα ἐκέλευε τοῖσι προσετέτακτο ταῦτα πρήσσειν τῶν Πυθίου παίδων ἐξευρόντας τὸν πρεσβύτατον μέσον διαταμεῖν , διαταμόντας δὲ τὰ ἡμίτομα διαθεῖναι τὸ μὲν ἐπὶ δεξιὰ τῆς ὁδοῦ , τὸ δ’ ἐπ’ ἀριστερά , καὶ ταύτῃ διεξιέναι τὸν στρατόν . Ποιησάντων δὲ τούτων τοῦτο , μετὰ ταῦτα διεξήιε στρατός .