7.38 Ὡς δ’ ἐξήλαυνε τὴν στρατιήν , Πύθιος Λυδὸς καταρρωδήσας τὸ ἐκ τοῦ οὐρανοῦ φάσμα ἐπαρθείς τε τοῖσι δωρήμασι ἐλθὼν παρὰ Ξέρξην ἔλεγε τάδε · ʹ δέσποτα , χρηίσας ἄν τι σέο βουλοίμην τυχεῖν , τὸ σοὶ μὲν ἐλαφρὸν τυγχάνει ἐὸν ὑπουργῆσαι , ἐμοὶ δὲ μέγα γενόμενον . ʹ Ξέρξης δὲ πᾶν μᾶλλον δοκέων μιν χρηίσειν τὸ ἐδεήθη , ἔφη τε ὑπουργήσειν καὶ δὴ ἀγορεύειν ἐκέλευε ὅτεο δέοιτο . δὲ ἐπείτε ταῦτα ἤκουσε , ἔλεγε θαρσήσας τάδε · ʹ δέσποτα , τυγχάνουσί μοι παῖδες ἐόντες πέντε , καί σφεας καταλαμβάνει πάντας ἅμα σοὶ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα . Σὺ δέ , βασιλεῦ , ἐμὲ ἐς τόδε ἡλικίης ἥκοντα οἰκτίρας τῶν μοι παίδων ἕνα παράλυσον τῆς στρατιῆς τὸν πρεσβύτατον , ἵνα αὐτοῦ τε ἐμέο καὶ τῶν χρημάτων μελεδωνός · τοὺς δὲ τέσσερας ἄγεο ἅμα σεωυτῷ , καὶ πρήξας τὰ νοέεις νοστήσειας ὀπίσω . ʹ