7.37 Ὡς δὲ τά τε τῶν γεφυρέων κατεσκεύαστο καὶ τὰ περὶ τὸν Ἄθων , οἵ τε χυτοὶ περὶ τὰ στόματα τῆς διώρυχος , οἳ τῆς ῥηχίης εἵνεκεν ἐποιήθησαν ἵνα μὴ πίμπληται τὰ στόματα τοῦ ὀρύγματος , καὶ αὐτὴ διῶρυξ παντελέως πεποιημένη ἀγγέλλετο , ἐνθαῦτα χειμερίσας ἅμα τῷ ἔαρι παρεσκευασμένος στρατὸς ἐκ τῶν Σαρδίων ὁρμᾶτο ἐλῶν ἐς Ἄβυδον . Ὁρμημένῳ δέ οἱ ἥλιος ἐκλιπὼν τὴν ἐκ τοῦ οὐρανοῦ ἕδρην ἀφανὴς ἦν οὔτ’ ἐπινεφέλων ἐόντων αἰθρίης τε τὰ μάλιστα , ἀντὶ ἡμέρης τε νὺξ ἐγένετο . Ἰδόντι δὲ καὶ μαθόντι τοῦτο τῷ Ξέρξῃ ἐπιμελὲς ἐγένετο , καὶ εἴρετο τοὺς μάγους τί θέλει προφαίνειν τὸ φάσμα . Οἱ δὲ ἔφασαν ὡς Ἕλλησι προδεικνύει θεὸς ἔκλειψιν τῶν πολίων , λέγοντες ἥλιον εἶναι Ἑλλήνων προδέκτορα , σελήνην δὲ σφέων . Ταῦτα πυθόμενος Ξέρξης περιχαρὴς ἐὼν ἐποιέετο τὴν ἔλασιν .