7.36 Καὶ οἱ μὲν ταῦτα ἐποίευν τοῖσι προσέκειτο αὕτη ἄχαρις τιμή , τὰς δὲ ἄλλοι ἀρχιτέκτονες ἐζεύγνυσαν . Ἐζεύγνυσαν δὲ ὧδε , πεντηκοντέρους καὶ τριήρεας συνθέντες , ὑπὸ μὲν τὴν πρὸς τοῦ Εὐξείνου Πόντου ἑξήκοντά τε καὶ τριηκοσίας , ὑπὸ δὲ τὴν ἑτέρην τεσσερεσκαίδεκα καὶ τριηκοσίας , τοῦ μὲν Πόντου ἐπικαρσίας , τοῦ δὲ Ἑλλησπόντου κατὰ ῥόον , ἵνα ἀνακωχεύῃ τὸν τόνον τῶν ὅπλων . Συνθέντες δὲ ἀγκύρας κατῆκαν περιμήκεας , τὰς μὲν πρὸς τοῦ Πόντου τῆς ἑτέρης τῶν ἀνέμων εἵνεκεν τῶν ἔσωθεν ἐκπνεόντων , τῆς δὲ ἑτέρης πρὸς ἑσπέρης τε καὶ τοῦ Αἰγαίου Ζεφύρου τε καὶ Νότου εἵνεκα . Διέκπλοον δὲ ὑπόφαυσιν κατέλιπον τῶν πεντηκοντέρων καὶ τριηρέων τριχοῦ , ἵνα καὶ ἐς τὸν Πόντον ἔχῃ βουλόμενος πλέειν πλοίοισι λεπτοῖσι καὶ ἐκ τοῦ Πόντου ἔξω . Ταῦτα δὲ ποιήσαντες κατέτεινον ἐκ γῆς στρεβλοῦντες ὄνοισι ξυλίνοισι τὰ ὅπλα , οὐκέτι χωρὶς ἑκάτερα τάξαντες , ἀλλὰ δύο μὲν λευκολίνου δασάμενοι ἐς ἑκατέρην , τέσσερα δὲ τῶν βυβλίνων · παχύτης μὲν ἦν αὐτὴ καὶ καλλονή , κατὰ λόγον δὲ ἐμβριθέστερα ἦν τὰ λίνεα , τοῦ τάλαντον πῆχυς εἷλκε . Ἐπειδὴ δὲ ἐγεφυρώθη πόρος , κορμοὺς ξύλων καταπρίσαντες καὶ ποιήσαντες ἴσους τῆς σχεδίης τῷ εὔρεϊ κόσμῳ ἐπετίθεσαν κατύπερθε τῶν ὅπλων τοῦ τόνου , θέντες δὲ ἐπεξῆς ἐνθαῦτα αὖτις ἐπεζεύγνυον . Ποιήσαντες δὲ ταῦτα ὕλην ἐπεφόρησαν , κόσμῳ δὲ θέντες καὶ τὴν ὕλην γῆν ἐπεφόρησαν , κατανάξαντες δὲ καὶ τὴν γῆν φραγμὸν παρείρυσαν ἔνθεν καὶ ἔνθεν , ἵνα μὴ φοβέηται τὰ ὑποζύγια τὴν θάλασσαν ὑπερορῶντα καὶ οἱ ἵπποι . ʹ