7.34 Ἐς ταύτην ὦν τὴν ἀκτὴν ἐξ Ἀβύδου ὁρμώμενοι ἐγεφύρουν τοῖσι προσέκειτο , τὴν μὲν λευκολίνου Φοίνικες , τὴν δὲ βυβλίνην Αἰγύπτιοι · ἔστι δὲ ἑπτὰ στάδιοι ἐξ Ἀβύδου ἐς τὴν ἀπαντίον . Καὶ δὴ ἐζευγμένου τοῦ πόρου ἐπιγενόμενος χειμὼν μέγας συνέκοψέ τε ἐκεῖνα πάντα καὶ διέλυσε .
7.35 Ὡς δ’ ἐπύθετο Ξέρξης , δεινὰ ποιεύμενος τὸν Ἑλλήσποντον ἐκέλευσε τριηκοσίας ἐπικέσθαι μάστιγι πληγὰς καὶ κατεῖναι ἐς τὸ πέλαγος πεδέων ζεῦγος . Ἤδη δὲ ἤκουσα ὡς καὶ στιγέας ἅμα τούτοισι ἀπέπεμψε στίξοντας τὸν Ἑλλήσποντον . Ἐνετέλλετο δὲ ὦν ῥαπίζοντας λέγειν βάρβαρά τε καὶ ἀτάσθαλα · ʹ πικρὸν ὕδωρ , δεσπότης τοι δίκην ἐπιτιθεῖ τήνδε , ὅτι μιν ἠδίκησας οὐδὲν πρὸς ἐκείνου ἄδικον παθόν . Καὶ βασιλεὺς μὲν Ξέρξης διαβήσεταί σε , ἤν τε σύ γε βούλῃ ἤν τε μή . Σοὶ δὲ κατὰ δίκην ἄρα οὐδεὶς ἀνθρώπων θύει , ὡς ἐόντι καὶ θολερῷ καὶ ἁλμυρῷ ποταμῷ . ʹ Τήν τε δὴ θάλασσαν ἐνετέλλετο τούτοισι ζημιοῦν καὶ τῶν ἐπεστεώτων τῇ ζεύξι τοῦ Ἑλλησπόντου ἀποταμεῖν τὰς κεφαλάς .