7.31 Ὡς δὲ ἐκ τῆς Φρυγίης ἐσέβαλε ἐς τὴν Λυδίην , σχιζομένης τῆς ὁδοῦ καὶ τῆς μὲν ἐς ἀριστερὴν ἐπὶ Καρίης φερούσης , τῆς δὲ ἐς δεξιὴν ἐς Σάρδις , τῇ καὶ πορευομένῳ διαβῆναι τὸν Μαίανδρον ποταμὸν πᾶσα ἀνάγκη γίνεται καὶ ἰέναι παρὰ Καλλάτηβον πόλιν , ἐν τῇ ἄνδρες δημιοργοὶ μέλι ἐκ μυρίκης τε καὶ πυροῦ ποιεῦσι . Ταύτην ἰὼν Ξέρξης τὴν ὁδὸν εὗρε πλατάνιστον , τὴν κάλλεος εἵνεκα δωρησάμενος κόσμῳ χρυσέῳ καὶ μελεδωνῷ Ἀθανάτῳ ἀνδρὶ ἐπιτρέψας δευτέρῃ ἡμέρῃ ἀπίκετο ἐς τῶν Λυδῶν τὸ ἄστυ .
7.32 Ἀπικόμενος δὲ ἐς Σάρδις πρῶτα μὲν ἀπέπεμπε κήρυκας ἐς τὴν Ἑλλάδα αἰτήσοντας γῆν τε καὶ ὕδωρ καὶ προερέοντας δεῖπνα βασιλέϊ παρασκευάζειν · πλὴν οὔτε ἐς Ἀθήνας οὔτε ἐς Λακεδαίμονα ἀπέπεμπε ἐπὶ γῆς αἴτησιν , τῇ δὲ ἄλλῃ πάντῃ . Τῶνδε δὲ εἵνεκα τὸ δεύτερον ἀπέπεμπε ἐπὶ γῆν τε καὶ ὕδωρ · ὅσοι πρότερον οὐκ ἔδοσαν Δαρείῳ πέμψαντι , τούτους πάγχυ ἐδόκεε τότε δείσαντας δώσειν · βουλόμενος ὦν αὐτὸ τοῦτο ἐκμαθεῖν ἔπεμπε .
7.33 Μετὰ δὲ ταῦτα παρεσκευάζετο ὡς ἐλῶν ἐς Ἄβυδον . Οἱ δὲ ἐν τούτῳ τὸν Ἑλλήσποντον ἐζεύγνυσαν ἐκ τῆς Ἀσίης ἐς τὴν Εὐρώπην . Ἔστι δὲ τῆς Χερσονήσου τῆς ἐν Ἑλλησπόντῳ , Σηστοῦ τε πόλιος μεταξὺ καὶ Μαδύτου , ἀκτὴ τρηχέα ἐς θάλασσαν κατήκουσα Ἀβύδου καταντίον , ἔνθα μετὰ ταῦτα , χρόνῳ ὕστερον οὐ πολλῷ , ἐπὶ Ξανθίππου τοῦ Ἀρίφρονος στρατηγοῦ Ἀθηναῖοι Ἀρταΰκτην ἄνδρα Πέρσην λαβόντες Σηστοῦ ὕπαρχον ζώοντα πρὸς σανίδα διεπασσάλευσαν , ὃς καὶ ἐς τοῦ Πρωτεσίλεω τὸ ἱρὸν ἐς Ἐλαιοῦντα ἀγινεόμενος γυναῖκας ἀθέμιστα ἔργα ἔρδεσκε .