7.29 ʹ Ξεῖνε Λυδέ , ἐγὼ ἐπείτε ἐξῆλθον τὴν Περσίδα χώρην , οὐδενὶ ἀνδρὶ συνέμειξα ἐς τόδε ὅστις ἠθέλησε ξείνια προθεῖναι στρατῷ τῷ ἐμῷ , οὐδὲ ὅστις ἐς ὄψιν τὴν ἐμὴν καταστὰς αὐτεπάγγελτος ἐς τὸν πόλεμον ἐμοὶ ἠθέλησε συμβαλέσθαι χρήματα , ἔξω σέο . Σὺ δὲ καὶ ἐξείνισας μεγάλως στρατὸν τὸν ἐμὸν καὶ χρήματα μεγάλα ἐπαγγέλλεαι . Σοὶ ὦν ἐγὼ ἀντὶ αὐτῶν γέρεα τοιάδε δίδωμι · ξεῖνόν τέ σε ποιεῦμαι ἐμὸν καὶ τὰς τετρακοσίας μυριάδας τοι τῶν στατήρων ἀποπλήσω παρ’ ἐμεωυτοῦ δοὺς τὰς ἑπτὰ χιλιάδας , ἵνα μή τοι ἐπιδευέες ἔωσι αἱ τετρακόσιαι μυριάδες ἑπτὰ χιλιάδων , ἀλλὰ τοι ἀπαρτιλογίη ὑπ’ ἐμέο πεπληρωμένη . Ἔκτησό τε αὐτὸς τά περ αὐτὸς ἐκτήσαο , ἐπίστασό τε εἶναι αἰεὶ τοιοῦτος · οὐ γάρ τοι ταῦτα ποιεῦντι οὔτε ἐς τὸ παρεὸν οὔτε ἐς χρόνον μεταμελήσει . ʹ
7.30 Ταῦτα δὲ εἴπας καὶ ἐπιτελέα ποιήσας ἐπορεύετο αἰεὶ τὸ πρόσω . Ἄναυα δὲ καλεομένην Φρυγῶν πόλιν παραμειβόμενος καὶ λίμνην ἐκ τῆς ἅλες γίνονται , ἀπίκετο ἐς Κολοσσὰς πόλιν μεγάλην Φρυγίης , ἐν τῇ Λύκος ποταμὸς ἐς χάσμα γῆς ἐσβάλλων ἀφανίζεται · ἔπειτα διὰ σταδίων ὡς πέντε μάλιστά κῃ ἀναφαινόμενος ἐκδιδοῖ καὶ οὗτος ἐς τὸν Μαίανδρον . Ἐκ δὲ Κολοσσέων στρατὸς ὁρμώμενος ἐπὶ τοὺς οὔρους τῶν Φρυγῶν τε καὶ Λυδῶν ἀπίκετο ἐς Κύδραρα πόλιν , ἔνθα στήλη καταπεπηγυῖα , σταθεῖσα δὲ ὑπὸ Κροίσου , καταμηνύει διὰ γραμμάτων τοὺς οὔρους .