7.27 Ἐν ταύτῃ τῇ πόλι ὑποκατήμενος Πύθιος Ἄτυος ἀνὴρ Λυδὸς ἐξείνισε τὴν βασιλέος στρατιὴν πᾶσαν ξεινίοισι μεγίστοισι καὶ αὐτὸν Ξέρξην , χρήματά τε ἐπαγγέλλετο βουλόμενος ἐς τὸν πόλεμον παρέχειν . Ἐπαγγελλομένου δὲ χρήματα Πυθίου εἴρετο Ξέρξης Περσέων τοὺς παρεόντας τίς τε ἐὼν ἀνδρῶν Πύθιος καὶ κόσα χρήματα ἐκτημένος ἐπαγγέλλοιτο ταῦτα . Οἱ δὲ εἶπαν · ʹ βασιλεῦ , οὗτός ἐστι ὅς τοι τὸν πατέρα Δαρεῖον ἐδωρήσατο τῇ πλατανίστῳ τῇ χρυσέῃ καὶ τῇ ἀμπέλῳ · ὃς καὶ νῦν ἐστι πρῶτος ἀνθρώπων πλούτῳ τῶν ἡμεῖς ἴδμεν μετὰ σέ . ʹ
7.28 Θωμάσας δὲ τῶν ἐπέων τὸ τελευταῖον Ξέρξης αὐτὸς δεύτερα εἴρετο Πύθιον ὁκόσα οἱ εἴη χρήματα . δὲ εἶπε · ʹ βασιλεῦ , οὔτε σε ἀποκρύψω οὔτε σκήψομαι τὸ μὴ εἰδέναι τὴν ἐμεωυτοῦ οὐσίην , ἀλλ’ ἐπιστάμενός τοι ἀτρεκέως καταλέξω . Ἐπείτε γὰρ τάχιστά σε ἐπυθόμην ἐπὶ θάλασσαν καταβαίνοντα τὴν Ἑλληνίδα , βουλόμενός τοι δοῦναι ἐς τὸν πόλεμον χρήματα ἐξέμαθον , καὶ εὗρον λογιζόμενος ἀργυρίου μὲν δύο χιλιάδας ἐούσας μοι ταλάντων , χρυσίου δὲ τετρακοσίας μυριάδας στατήρων Δαρεικῶν , ἐπιδεούσας ἑπτὰ χιλιάδων . Καὶ τούτοισί σε ἐγὼ δωρέομαι · αὐτῷ δέ μοι ἀπὸ ἀνδραπόδων τε καὶ γεωπέδων ἀρκέων ἐστὶ βίος . ʹ μὲν ταῦτα ἔλεγε , Ξέρξης δὲ ἡσθεὶς τοῖσι εἰρημένοισι εἶπε ·