7.25 Ταῦτα μέν νυν οὕτω ἐποίεε , παρεσκευάζετο δὲ καὶ ὅπλα ἐς τὰς γεφύρας βύβλινά τε καὶ λευκολίνου , ἐπιτάξας Φοίνιξί τε καὶ Αἰγυπτίοισι , καὶ σιτία τῇ στρατιῇ καταβάλλειν , ἵνα μὴ λιμήνειε στρατιὴ μηδὲ τὰ ὑποζύγια ἐλαυνόμενα ἐπὶ τὴν Ἑλλάδα . Ἀναπυθόμενος δὲ τοὺς χώρους καταβάλλειν ἐκέλευε ἵνα ἐπιτηδεότατον εἴη , ἄλλον ἄλλῃ ἀγινέοντας ὁλκάσι τε καὶ πορθμηίοισι ἐκ τῆς Ἀσίης πανταχόθεν . Τὸν δὲ ὦν πλεῖστον σῖτον ἐς Λευκὴν Ἀκτὴν καλεομένην τῆς Θρηίκης ἀγίνεον , οἱ δὲ ἐς Τυρόδιζαν τὴν Περινθίων , οἱ δὲ ἐς Δορίσκον , οἱ δὲ ἐς Ἠιόνα τὴν ἐπὶ Στρυμόνι , οἱ δὲ ἐς Μακεδονίην διατεταγμένοι .
7.26 Ἐν δὲ οὗτοι τὸν προκείμενον πόνον ἐργάζοντο , ἐν τούτῳ πεζὸς ἅπας συλλελεγμένος ἅμα Ξέρξῃ ἐπορεύετο ἐς Σάρδις , ἐκ Κριτάλλων ὁρμηθεὶς τῶν ἐν Καππαδοκίῃ · ἐνθαῦτα γὰρ εἴρητο συλλέγεσθαι πάντα τὸν κατ’ ἤπειρον μέλλοντα ἅμα αὐτῷ Ξέρξῃ πορεύεσθαι στρατόν . Ὃς μέν νυν τῶν ὑπάρχων στρατὸν κάλλιστα ἐσταλμένον ἀγαγὼν τὰ προκείμενα παρὰ βασιλέος ἔλαβε δῶρα , οὐκ ἔχω φράσαι · οὐδὲ γὰρ ἀρχὴν ἐς κρίσιν τούτου πέρι ἐλθόντας οἶδα . Οἱ δὲ ἐπείτε διαβάντες τὸν Ἅλυν ποταμὸν ὡμίλησαν τῇ Φρυγίῃ , δι’ αὐτῆς πορευόμενοι παρεγένοντο ἐς Κελαινάς , ἵνα πηγαὶ ἀναδιδοῦσι Μαιάνδρου ποταμοῦ καὶ ἑτέρου οὐκ ἐλάσσονος Μαιάνδρου , τῷ οὔνομα τυγχάνει ἐὸν Καταρρήκτης , ὃς ἐξ αὐτῆς τῆς ἀγορῆς τῆς Κελαινέων ἀνατέλλων ἐς τὸν Μαίανδρον ἐκδιδοῖ · ἐν τῇ καὶ τοῦ Σιληνοῦ Μαρσύεω ἀσκὸς ἐν τῇ πόλι ἀνακρέμαται , τὸν ὑπὸ Φρυγῶν λόγος ἔχει ὑπὸ Ἀπόλλωνος ἐκδαρέντα ἀνακρεμασθῆναι .