7.23 πόλιες μὲν αὗται αἳ τὸν Ἄθων νέμονται . Ὤρυσσον δὲ ὧδε δασάμενοι τὸν χῶρον οἱ βάρβαροι κατὰ ἔθνεα . Κατὰ Σάνην πόλιν σχοινοτενὲς ποιησάμενοι , ἐπείτε ἐγίνετο βαθέα διῶρυξ , οἱ μὲν κατώτατα ἑστεῶτες ὤρυσσον , ἕτεροι δὲ παρεδίδοσαν τὸν αἰεὶ ἐξορυσσόμενον χοῦν ἄλλοισι κατύπερθε ἑστεῶσι ἐπὶ βάθρων , οἱ δ’ αὖ ἐκδεκόμενοι ἑτέροισι , ἕως ἀπίκοντο ἐς τοὺς ἀνωτάτω · οὗτοι δὲ ἐξεφόρεόν τε καὶ ἐξέβαλλον . Τοῖσι μέν νυν ἄλλοισι πλὴν Φοινίκων καταρρηγνύμενοι οἱ κρημνοὶ τοῦ ὀρύγματος πόνον διπλήσιον παρεῖχον · ἅτε γὰρ τοῦ τε ἄνω στόματος καὶ τοῦ κάτω τὰ αὐτὰ μέτρα ποιευμένων ἔμελλέ σφι τοιοῦτο ἀποβήσεσθαι . Οἱ δὲ Φοίνικες σοφίην ἔν τε τοῖσι ἄλλοισι ἔργοισι ἀποδείκνυνται καὶ δὴ καὶ ἐν ἐκείνῳ · ἀπολαχόντες γὰρ μόριον ὅσον αὐτοῖσι ἐπέβαλλε , ὤρυσσον τὸ μὲν ἄνω στόμα τῆς διώρυχος ποιεῦντες διπλήσιον ὅσον ἔδεε αὐτὴν τὴν διώρυχα γενέσθαι , προβαίνοντος δὲ τοῦ ἔργου συνῆγον αἰεί · κάτω τε δὴ ἐγίνετο καὶ ἐξισοῦτο τοῖσι ἄλλοισι τὸ ἔργον . Ἐνθαῦτα δὲ λειμών ἐστι , ἵνα σφι ἀγορή τε ἐγίνετο καὶ πρητήριον · σῖτος δέ σφι πολλὸς ἐφοίτα ἐκ τῆς Ἀσίης ἀληλεσμένος .
7.24 Ὡς μὲν ἐμὲ συμβαλλόμενον εὑρίσκειν , μεγαλοφροσύνης εἵνεκεν αὐτὸ Ξέρξης ὀρύσσειν ἐκέλευε , ἐθέλων τε δύναμιν ἀποδείκνυσθαι καὶ μνημόσυνα λιπέσθαι · παρεὸν γὰρ μηδένα πόνον λαβόντας τὸν ἰσθμὸν τὰς νέας διειρύσαι , ὀρύσσειν ἐκέλευε διώρυχα τῇ θαλάσσῃ εὖρος ὡς δύο τριήρεας πλέειν ὁμοῦ ἐλαστρεομένας . Τοῖσι δὲ αὐτοῖσι τούτοισι τοῖσί περ καὶ τὸ ὄρυγμα , προσετέτακτο καὶ τὸν Στρυμόνα ποταμὸν ζεύξαντας γεφυρῶσαι . ʹ