7.22 Καὶ τοῦτο μέν , ὡς προσπταισάντων τῶν πρώτων περιπλεόντων περὶ τὸν Ἄθων , προετοιμάζετο ἐκ τριῶν ἐτέων κου μάλιστα ἐς τὸν Ἄθων . Ἐν γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ὅρμεον τριήρεες , ἐνθεῦτεν δὲ ὁρμώμενοι ὤρυσσον ὑπὸ μαστίγων παντοδαποὶ τῆς στρατιῆς , διάδοχοι δ’ ἐφοίτων · ὤρυσσον δὲ καὶ οἱ περὶ τὸν Ἄθων κατοικημένοι . Βουβάρης δὲ Μεγαβάζου καὶ Ἀρταχαίης Ἀρταίου ἄνδρες Πέρσαι ἐπεστάτεον τοῦ ἔργου . γὰρ Ἄθως ἐστὶ ὄρος μέγα τε καὶ ὀνομαστόν , ἐς θάλασσαν κατῆκον , οἰκημένον ὑπὸ ἀνθρώπων · τῇ δὲ τελευτᾷ ἐς τὴν ἤπειρον τὸ ὄρος , χερσονησοειδές τέ ἐστι καὶ ἰσθμὸς ὡς δυώδεκα σταδίων · πεδίον δὲ τοῦτο καὶ κολωνοὶ οὐ μεγάλοι ἐκ θαλάσσης τῆς Ἀκανθίων ἐπὶ θάλασσαν τὴν ἀντίον Τορώνης . Ἐν δὲ τῷ ἰσθμῷ τούτῳ , ἐς τὸν τελευτᾷ Ἄθως , Σάνη πόλις Ἑλλὰς οἴκηται , αἱ δὲ ἐκτὸς Σάνης , ἔσω δὲ τοῦ Ἄθω οἰκημέναι , τὰς τότε Πέρσης νησιώτιδας ἀντὶ ἠπειρωτίδων ὥρμητο ποιέειν , εἰσὶ δὲ αἵδε , Δῖον , Ὀλόφυξος , Ἀκρόθῳον , Θύσσος , Κλεωναί ·