7.21 Αὗται αἱ πᾶσαι οὐδ’ ἕτεραι πρὸς ταύτῃσι γενόμεναι στρατηλασίαι μιῆς τῆσδε οὐκ ἄξιαι . Τί γὰρ οὐκ ἤγαγε ἐκ τῆς Ἀσίης ἔθνος ἐπὶ τὴν Ἑλλάδα Ξέρξης ; Κοῖον δὲ πινόμενον μιν ὕδωρ οὐκ ἐπέλιπε , πλὴν τῶν μεγάλων ποταμῶν ; Οἱ μὲν γὰρ νέας παρείχοντο , οἱ δὲ ἐς πεζὸν ἐτετάχατο , τοῖσι δὲ ἵππος προσετέτακτο , τοῖσι δὲ ἱππαγωγὰ πλοῖα ἅμα στρατευομένοισι , τοῖσι δὲ ἐς τὰς γεφύρας μακρὰς νέας παρέχειν , τοῖσι δὲ σῖτά τε καὶ νέας .