7.17 Τοσαῦτα εἴπας Ἀρτάβανος , ἐλπίζων Ξέρξην ἀποδέξειν λέγοντα οὐδέν , ἐποίεε τὸ κελευόμενον · ἐνδὺς δὲ τὴν Ξέρξεω ἐσθῆτα καὶ ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ὡς μετὰ ταῦτα κοῖτον ἐποιέετο , ἦλθέ οἱ κατυπνωμένῳ τὠυτὸ ὄνειρον τὸ καὶ παρὰ Ξέρξην ἐφοίτα , ὑπερστὰν δὲ τοῦ Ἀρταβάνου εἶπε ἄρα τάδε · ʹ Σὺ δὴ κεῖνος εἶς ἀποσπεύδων Ξέρξην στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα ὡς δὴ κηδόμενος αὐτοῦ ; Ἀλλ’ οὔτε ἐς τὸ μετέπειτα οὔτε ἐς τὸ παραυτίκα νῦν καταπροΐξεαι ἀποτρέπων τὸ χρεὸν γενέσθαι · Ξέρξην δὲ τὰ δεῖ ἀνηκουστέοντα παθεῖν , αὐτῷ ἐκείνῳ δεδήλωται . ʹ