7.16g Εἰ δὲ ἄρα μή ἐστι τοῦτο τοιοῦτο οἷον ἐγὼ διαιρέω , ἀλλά τι τοῦ θείου μετέχον , σὺ πᾶν αὐτὸς συλλαβὼν εἴρηκας · φανήτω γὰρ δὴ καὶ ἐμοί , ὡς καὶ σοί , διακελευόμενον . Φανῆναι δὲ οὐδὲν μᾶλλόν μοι ὀφείλει ἔχοντι τὴν σὴν ἐσθῆτα οὐ καὶ τὴν ἐμήν , οὐδέ τι μᾶλλον ἐν κοίτῃ τῇ σῇ ἀναπαυομένῳ οὐ καὶ ἐν τῇ ἐμῇ , εἴ πέρ γε καὶ ἄλλως ἐθέλει φανῆναι . Οὐ γὰρ δὴ ἐς τοσοῦτό γε εὐηθείης ἀνήκει τοῦτο , τι δή κοτέ ἐστι τὸ ἐπιφαινόμενόν τοι ἐν τῷ ὕπνῳ , ὥστε δόξει ἐμὲ ὁρέων σὲ εἶναι , τῇ σῇ ἐσθῆτι τεκμαιρόμενον . Εἰ δὲ ἐμὲ μὲν ἐν οὐδενὶ λόγῳ ποιήσεται οὐδὲ ἀξιώσει ἐπιφανῆναι , οὔτε ἢν τὴν ἐμὴν ἐσθῆτα ἔχω οὔτε ἢν τὴν σήν , σὲ δὲ ἐπιφοιτήσει , τοῦτο ἤδη μαθητέον ἐστί · εἰ γὰρ δὴ ἐπιφοιτήσει γε συνεχέως , φαίην ἂν καὶ αὐτὸς θεῖον εἶναι . Εἰ δέ τοι οὕτω δεδόκηται γίνεσθαι καὶ οὐκ οἷά τε αὐτὸ παρατρέψαι , ἀλλ’ ἤδη δεῖ ἐμὲ ἐν κοίτῃ τῇ σῇ κατυπνῶσαι , φέρε , τούτων ἐξ ἐμέο ἐπιτελεομένων φανήτω καὶ ἐμοί . Μέχρι δὲ τούτου τῇ παρεούσῃ γνώμῃ χρήσομαι . ʹ ʹ