7.18 Ταῦτά τε δὴ ἐδόκεε Ἀρτάβανος τὸ ὄνειρον ἀπειλέειν καὶ θερμοῖσι σιδηρίοισι ἐκκαίειν αὐτοῦ μέλλειν τοὺς ὀφθαλμούς . Καὶ ὃς ἀμβώσας μέγα ἀναθρῴσκει , καὶ παριζόμενος Ξέρξῃ ὡς τὴν ὄψιν οἱ τοῦ ἐνυπνίου διεξῆλθε ἀπηγεόμενος , δεύτερά οἱ λέγει τάδε · ʹ Ἐγὼ μέν , βασιλεῦ , οἷα ἄνθρωπος ἰδὼν ἤδη πολλά τε καὶ μεγάλα πεσόντα πρήγματα ὑπὸ ἡσσόνων , οὐκ ἔων σε τὰ πάντα τῇ ἡλικίῃ εἴκειν , ἐπιστάμενος ὡς κακὸν εἴη τὸ πολλῶν ἐπιθυμέειν , μεμνημένος μὲν τὸν ἐπὶ Μασσαγέτας Κύρου στόλον ὡς ἔπρηξε , μεμνημένος δὲ καὶ τὸν ἐπ’ Αἰθίοπας τὸν Καμβύσεω , συστρατευόμενος δὲ καὶ Δαρείῳ ἐπὶ Σκύθας . Ἐπιστάμενος ταῦτα γνώμην εἶχον ἀτρεμίζοντά σε μακαριστὸν εἶναι πρὸς πάντων ἀνθρώπων . Ἐπεὶ δὲ δαιμονίη τις γίνεται ὁρμή , καὶ Ἕλληνας , ὡς ἔοικε , φθορή τις καταλαμβάνει θεήλατος , ἐγὼ μὲν καὶ αὐτὸς τρέπομαι καὶ τὴν γνώμην μετατίθεμαι . Σὺ δὲ σήμηνον μὲν Πέρσῃσι τὰ ἐκ τοῦ θεοῦ πεμπόμενα , χρᾶσθαι δὲ κέλευε τοῖσι ἐκ σέο πρώτοισι προειρημένοισι ἐς τὴν παρασκευήν , ποίεε δὲ οὕτω ὅκως , τοῦ θεοῦ παραδιδόντος , τῶν σῶν ἐνδεήσει μηδέν . ʹ Τούτων δὲ λεχθέντων , ἐνθαῦτα ἐπαρθέντες τῇ ὄψι , ὡς ἡμέρη ἐγένετο τάχιστα , Ξέρξης τε ὑπερετίθετο ταῦτα Πέρσῃσι καὶ Ἀρτάβανος , ὃς πρότερον ἀποσπεύδων μοῦνος ἐφαίνετο , τότε ἐπισπεύδων φανερὸς ἦν .