7.16 Ξέρξης μὲν ταῦτά οἱ ἔλεγε . Ἀρτάβανος δὲ οὐ τῷ πρώτῳ οἱ κελεύσματι πειθόμενος , οἷα οὐκ ἀξιούμενος ἐς τὸν βασιλήιον θρόνον ἵζεσθαι , τέλος ὡς ἠναγκάζετο εἴπας τάδε ἐποίεε τὸ κελευόμενον ·
7.16a ʹ Ἴσον ἐκεῖνο , βασιλεῦ , παρ’ ἐμοὶ κέκριται , φρονέειν τε εὖ καὶ τῷ λέγοντι χρηστὰ ἐθέλειν πείθεσθαι · τὰ σὲ καὶ ἀμφότερα περιήκοντα ἀνθρώπων κακῶν ὁμιλίαι σφάλλουσι , κατά περ τὴν πάντων χρησιμωτάτην ἀνθρώποισι θάλασσαν πνεύματά φασι ἀνέμων ἐμπίπτοντα οὐ περιορᾶν φύσι τῇ ἑωυτῆς χρᾶσθαι . Ἐμὲ δὲ ἀκούσαντα πρὸς σέο κακῶς οὐ τοσοῦτο ἔδακε λύπη , ὅσον γνωμέων δύο προκειμένων Πέρσῃσι , τῆς μὲν ὕβριν αὐξανούσης , τῆς δὲ καταπαυούσης καὶ λεγούσης ὡς κακὸν εἴη διδάσκειν τὴν ψυχὴν πλέον τι δίζησθαι αἰεὶ ἔχειν τοῦ παρεόντος , τοιουτέων προκειμένων γνωμέων , ὅτι τὴν σφαλερωτέρην σεωυτῷ τε καὶ Πέρσῃσι ἀναιρέο .
7.16b Νῦν ὦν , ἐπειδὴ τέτραψαι ἐπὶ τὴν ἀμείνω , φής τοι μετιέντι τὸν ἐπ’ Ἕλληνας στόλον ἐπιφοιτᾶν ὄνειρον θεοῦ τινος πομπῇ , οὐκ ἐῶντά σε καταλύειν τὸν στόλον . Ἀλλ’ οὐδὲ ταῦτά ἐστι , παῖ , θεῖα . Ἐνύπνια γὰρ τὰ ἐς ἀνθρώπους πεπλανημένα τοιαῦτά ἐστι οἷά σε ἐγὼ διδάξω , ἔτεσι σέο πολλοῖσι πρεσβύτερος ἐών · πεπλανῆσθαι αὗται μάλιστα ἐώθασι αἱ ὄψιες τῶν ὀνειράτων , τά τις ἡμέρης φροντίζει · ἡμεῖς δὲ τὰς πρὸ τοῦ ἡμέρας ταύτην τὴν στρατηλασίην καὶ τὸ κάρτα εἴχομεν μετὰ χεῖρας .