7.14 Νυκτὸς δὲ γενομένης αὖτις τὠυτὸ ὄνειρον τῷ Ξέρξῃ κατυπνωμένῳ ἔλεγε ἐπιστάν · ʹ παῖ Δαρείου , καὶ δὴ φαίνεαι ἐν Πέρσῃσί τε ἀπειπάμενος τὴν στρατηλασίην καὶ τὰ ἐμὰ ἔπεα ἐν οὐδενὶ ποιεύμενος λόγῳ ὡς παρ’ οὐδενὸς ἀκούσας ; Εὖ νυν τόδ’ ἴσθι , ἤν περ μὴ αὐτίκα στρατηλατέῃς , τάδε τοι ἐξ αὐτῶν ἀνασχήσει · ὡς καὶ μέγας καὶ πολλὸς ἐγένεο ἐν ὀλίγῳ χρόνῳ , οὕτω καὶ ταπεινὸς ὀπίσω κατὰ τάχος ἔσεαι . ʹ
7.15 Ξέρξης μὲν περιδεὴς γενόμενος τῇ ὄψι ἀνά τε ἔδραμε ἐκ τῆς κοίτης καὶ πέμπει ἄγγελον ἐπὶ Ἀρτάβανον καλέοντα . Ἀπικομένῳ δέ οἱ ἔλεγε Ξέρξης τάδε · ʹ Ἀρτάβανε , ἐγὼ τὸ παραυτίκα μὲν οὐκ ἐσωφρόνεον εἴπας ἐς σὲ μάταια ἔπεα χρηστῆς εἵνεκα συμβουλίης · μετὰ μέντοι οὐ πολλὸν χρόνον μετέγνων , ἔγνων δὲ ταῦτά μοι ποιητέα ἐόντα τὰ σὺ ὑπεθήκαο . Οὐκ ὦν δυνατός τοί εἰμι ταῦτα βουλόμενος ποιέειν · τετραμμένῳ γὰρ δὴ καὶ μετεγνωκότι ἐπιφοιτῶν ὄνειρον φαντάζεταί μοι , οὐδαμῶς συνέπαινον ἐὸν ποιέειν με ταῦτα · νῦν δὲ καὶ διαπειλῆσαν οἴχεται . Εἰ ὦν θεός ἐστι ἐπιπέμπων καί οἱ πάντως ἐν ἡδονῇ ἐστι γενέσθαι στρατηλασίην ἐπὶ τὴν Ἑλλάδα , ἐπιπτήσεται καὶ σοὶ τὠυτὸ τοῦτο ὄνειρον , ὁμοίως ὡς καὶ ἐμοὶ ἐντελλόμενον . Εὑρίσκω δὲ ὧδε ἂν γινόμενα ταῦτα , εἰ λάβοις τὴν ἐμὴν σκευὴν πᾶσαν καὶ ἐνδὺς μετὰ τοῦτο ἵζοιο ἐς τὸν ἐμὸν θρόνον καὶ ἔπειτα ἐν κοίτῃ τῇ ἐμῇ κατυπνώσειας . ʹ