7.12 Ταῦτα μὲν ἐπὶ τοσοῦτο ἐλέγετο . Μετὰ δὲ εὐφρόνη τε ἐγίνετο καὶ Ξέρξην ἔκνιζε Ἀρταβάνου γνώμη · νυκτὶ δὲ βουλὴν διδοὺς πάγχυ εὕρισκέ οἱ οὐ πρῆγμα εἶναι στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα . Δεδογμένων δέ οἱ αὖτις τούτων κατύπνωσε . Καὶ δή κου ἐν τῇ νυκτὶ εἶδε ὄφιν τοιήνδε , ὡς λέγεται ὑπὸ Περσέων · ἐδόκεε Ξέρξης ἄνδρα οἱ ἐπιστάντα μέγαν τε καὶ εὐειδέα εἰπεῖν · ʹ Μετὰ δὴ βουλεύεαι , Πέρσα , στράτευμα μὴ ἄγειν ἐπὶ τὴν Ἑλλάδα , προείπας ἁλίζειν Πέρσῃσι στρατόν ; Οὔτε ὦν μεταβουλευόμενος ποιέεις εὖ , οὔτε συγγνωσόμενός τοι πάρα · ἀλλ’ ὥσπερ τῆς ἡμέρης ἐβουλεύσαο ποιέειν , ταύτην ἴθι τῶν ὁδῶν . ʹ
7.13 Τὸν μὲν ταῦτα εἴπαντα ἐδόκεε Ξέρξης ἀποπτάσθαι . Ἡμέρης δὲ ἐπιλαμψάσης ὀνείρου μὲν τούτου λόγον οὐδένα ἐποιέετο , δὲ Περσέων συναλίσας τοὺς καὶ πρότερον συνέλεξε , ἔλεγέ σφι τάδε · ʹ Ἄνδρες Πέρσαι , συγγνώμην μοι ἔχετε ὅτι ἀγχίστροφα βουλεύομαι · φρενῶν τε γὰρ ἐς τὰ ἐμεωυτοῦ πρῶτα οὔκω ἀνήκω , καὶ οἱ παρηγορεόμενοι ἐκεῖνα ποιέειν οὐδένα χρόνον μέο ἀπέχονται . Ἀκούσαντι μέντοι μοι τῆς Ἀρταβάνου γνώμης παραυτίκα μὲν νεότης ἐπέζεσε , ὥστε ἀεικέστερα ἀπορρῖψαι ἔπεα ἐς ἄνδρα πρεσβύτερον χρεόν · νῦν μέντοι συγγνοὺς χρήσομαι τῇ ἐκείνου γνώμῃ . Ὡς ὦν μεταδεδογμένον μοι μὴ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα , ἥσυχοι ἔστε . ʹ Πέρσαι μὲν ὡς ἤκουσαν ταῦτα , κεχαρηκότες προσεκύνεον .