7.11 Ἀρτάβανος μὲν ταῦτα ἔλεξε · Ξέρξης δὲ θυμωθεὶς ἀμείβεται τοῖσδε · ʹ Ἀρτάβανε , πατρὸς εἶς τοῦ ἐμοῦ ἀδελφεός · τοῦτό σε ῥύσεται μηδένα ἄξιον μισθὸν λαβεῖν ἐπέων ματαίων · καί τοι ταύτην τὴν ἀτιμίην προστίθημι , ἐόντι κακῷ τε καὶ ἀθύμῳ , μήτε συστρατεύεσθαι ἔμοιγε ἐπὶ τὴν Ἑλλάδα αὐτοῦ τε μένειν ἅμα τῇσι γυναιξί . Ἐγὼ δὲ καὶ ἄνευ σέο ὅσα περ εἶπα ἐπιτελέα ποιήσω . Μὴ γὰρ εἴην ἐκ Δαρείου τοῦ Ὑστάσπεος τοῦ Ἀρσάμεος τοῦ Ἀριαράμνεω τοῦ Τεΐσπεος τοῦ Κύρου τοῦ Καμβύσεω τοῦ Τεΐσπεος τοῦ Ἀχαιμένεος γεγονώς , μὴ τιμωρησάμενος Ἀθηναίους , εὖ ἐπιστάμενος ὅτι εἰ ἡμεῖς ἡσυχίην ἄξομεν , ἀλλ’ οὐκ ἐκεῖνοι , ἀλλὰ καὶ μάλα στρατεύσονται ἐπὶ τὴν ἡμετέρην , εἰ χρὴ σταθμώσασθαι τοῖσι ὑπαργμένοισι ἐξ ἐκείνων , οἳ Σάρδις τε ἐνέπρησαν καὶ ἤλασαν ἐς τὴν Ἀσίην . Οὐκ ὦν ἐξαναχωρέειν οὐδετέροισι δυνατῶς ἔχει , ἀλλὰ ποιέειν παθεῖν πρόκειται ἀγών , ἵνα τάδε πάντα ὑπὸ Ἕλλησι ἐκεῖνα πάντα ὑπὸ Πέρσῃσι γένηται · τὸ γὰρ μέσον οὐδὲν τῆς ἔχθρης ἐστί . Καλὸν ὦν προπεπονθότας ἡμέας τιμωρέειν ἤδη γίνεται , ἵνα καὶ τὸ δεινὸν τὸ πείσομαι τοῦτο μάθω ἐλάσας ἐπ’ ἄνδρας τούτους , τούς γε καὶ Πέλοψ Φρύξ , ἐὼν πατέρων τῶν ἐμῶν δοῦλος , κατεστρέψατο οὕτω ὡς καὶ ἐς τόδε αὐτοί τε ὥνθρωποι καὶ γῆ αὐτῶν ἐπώνυμοι τοῦ καταστρεψαμένου καλέονται . ʹ