7.10q Ἀλλ’ εἰ δὴ δεῖ γε πάντως ἐπὶ τοὺς ἄνδρας τούτους στρατεύεσθαι , φέρε , βασιλεὺς μὲν αὐτὸς ἐν ἤθεσι τοῖσι Περσέων μενέτω , ἡμέων δὲ ἀμφοτέρων παραβαλλομένων τὰ τέκνα στρατηλάτεε αὐτὸς σὺ ἐπιλεξάμενός τε ἄνδρας τοὺς ἐθέλεις καὶ λαβὼν στρατιὴν ὁκόσην τινὰ βούλεαι · καὶ ἢν μὲν τῇ σὺ λέγεις ἀναβαίνῃ βασιλέϊ τὰ πρήγματα , κτεινέσθων οἱ ἐμοὶ παῖδες , πρὸς δὲ αὐτοῖσι καὶ ἐγώ · ἢν δὲ τῇ ἐγὼ προλέγω , οἱ σοὶ ταῦτα πασχόντων , σὺν δέ σφι καὶ σύ , ἢν ἀπονοστήσῃς . Εἰ δὲ ταῦτα μὲν ὑποδύνειν οὐκ ἐθελήσεις , σὺ δὲ πάντως στράτευμα ἀνάξεις ἐπὶ τὴν Ἑλλάδα , ἀκούσεσθαί τινά φημι τῶν αὐτοῦ τῇδε ὑπολειπομένων Μαρδόνιον , μέγα τι κακὸν ἐξεργασάμενον Πέρσας , ὑπὸ κυνῶν τε καὶ ὀρνίθων διαφορεόμενον κου ἐν γῇ τῇ Ἀθηναίων σέ γε ἐν τῇ Λακεδαιμονίων , εἰ μὴ ἄρα καὶ πρότερον κατ’ ὁδόν , γνόντα ἐπ’ οἵους ἄνδρας ἀναγινώσκεις στρατεύεσθαι βασιλέα . ʹ