7.10h ʹ Σοὶ μὲν δὴ ταῦτα , βασιλεῦ , συμβουλεύω . Σὺ δέ , παῖ Γωβρύεω Μαρδόνιε , παῦσαι λέγων λόγους ματαίους περὶ Ἑλλήνων οὐκ ἐόντων ἀξίων φλαύρως ἀκούειν . Ἕλληνας γὰρ διαβάλλων ἐπαείρεις αὐτὸν βασιλέα στρατεύεσθαι · αὐτοῦ δὲ τούτου εἵνεκα δοκέεις μοι πᾶσαν προθυμίην ἐκτείνειν . Μή νυν οὕτω γίνηται . Διαβολὴ γάρ ἐστι δεινότατον , ἐν τῇ δύο μέν εἰσι οἱ ἀδικέοντες , εἷς δὲ ἀδικεόμενος . μὲν γὰρ διαβάλλων ἀδικέει οὐ παρεόντος κατηγορέων , δὲ ἀδικέει ἀναπειθόμενος πρὶν ἀτρεκέως ἐκμάθῃ · δὲ δὴ ἀπεὼν τοῦ λόγου τάδε ἐν αὐτοῖσι ἀδικέεται , διαβληθείς τε ὑπὸ τοῦ ἑτέρου καὶ νομισθεὶς πρὸς τοῦ ἑτέρου κακὸς εἶναι .