7.10d Σὺ ὦν μὴ βούλεο ἐς κίνδυνον μηδένα τοιοῦτον ἀπικέσθαι μηδεμιῆς ἀνάγκης ἐούσης , ἀλλὰ ἐμοὶ πείθεο · νῦν μὲν τὸν σύλλογον τόνδε διάλυσον · αὖτις δέ , ὅταν τοι δοκέῃ , προσκεψάμενος ἐπὶ σεωυτοῦ προαγόρευε τά τοι δοκέει εἶναι ἄριστα . Τὸ γὰρ εὖ βουλεύεσθαι κέρδος μέγιστον εὑρίσκω ἐόν · εἰ γὰρ καὶ ἐναντιωθῆναί τι θέλει , βεβούλευται μὲν οὐδὲν ἧσσον εὖ , ἕσσωται δὲ ὑπὸ τῆς τύχης τὸ βούλευμα · δὲ βουλευσάμενος αἰσχρῶς , εἴ οἱ τύχη ἐπίσποιτο , εὕρημα εὕρηκε , ἧσσον δὲ οὐδέν οἱ κακῶς βεβούλευται .
7.10e Ὁρᾷς τὰ ὑπερέχοντα ζῷα ὡς κεραυνοῖ θεὸς οὐδὲ ἐᾷ φαντάζεσθαι , τὰ δὲ σμικρὰ οὐδέν μιν κνίζει · ὁρᾷς δὲ ὡς ἐς οἰκήματα τὰ μέγιστα αἰεὶ καὶ δένδρεα τὰ τοιαῦτα ἀποσκήπτει τὰ βέλεα . Φιλέει γὰρ θεὸς τὰ ὑπερέχοντα πάντα κολούειν . Οὕτω δὲ καὶ στρατὸς πολλὸς ὑπὸ ὀλίγου διαφθείρεται κατὰ τοιόνδε · ἐπεάν σφι θεὸς φθονήσας φόβον ἐμβάλῃ βροντήν , δι’ ὧν ἐφθάρησαν ἀναξίως ἑωυτῶν . Οὐ γὰρ ἐᾷ φρονέειν μέγα θεὸς ἄλλον ἑωυτόν .
7.10z Ἐπειχθῆναι μέν νυν πᾶν πρῆγμα τίκτει σφάλματα , ἐκ τῶν ζημίαι μεγάλαι φιλέουσι γίνεσθαι · ἐν δὲ τῷ ἐπισχεῖν ἔνεστι ἀγαθά , εἰ μὴ παραυτίκα δοκέοντα εἶναι , ἀλλ’ ἀνὰ χρόνον ἐξεύροι τις ἄν . ʹ