7.10b ʹ Ζεύξας φὴς τὸν Ἑλλήσποντον ἐλᾶν στρατὸν διὰ τῆς Εὐρώπης ἐς τὴν Ἑλλάδα . Καὶ δὴ καὶ συνήνεικε ἤτοι κατὰ γῆν καὶ κατὰ θάλασσαν ἑσσωθῆναι , καὶ κατ’ ἀμφότερα · οἱ γὰρ ἄνδρες λέγονται εἶναι ἄλκιμοι , πάρεστι δὲ καὶ σταθμώσασθαι εἰ στρατιήν γε τοσαύτην σὺν Δάτι καὶ Ἀρταφρένεϊ ἐλθοῦσαν ἐς τὴν Ἀττικὴν χώρην μοῦνοι Ἀθηναῖοι διέφθειραν · οὐκ ὦν ἀμφοτέρῃ σφι ἐχώρησε · ἀλλ’ ἢν τῇσι νηυσὶ ἐμβάλωσι καὶ νικήσαντες ναυμαχίῃ πλέωσι ἐς τὸν Ἑλλήσποντον καὶ ἔπειτα λύσωσι τὴν γέφυραν , τοῦτο δή , βασιλεῦ , γίνεται δεινόν .
7.10g Ἐγὼ δὲ οὐδεμιῇ σοφίῃ οἰκηίῃ αὐτὸς ταῦτα συμβάλλομαι , ἀλλ’ οἷόν κοτε ἡμέας ὀλίγου ἐδέησε καταλαβεῖν πάθος , ὅτε πατὴρ σός , ζεύξας Βόσπορον τὸν Θρηίκιον , γεφυρώσας δὲ ποταμὸν Ἴστρον , διέβη ἐπὶ Σκύθας . Τότε παντοῖοι ἐγένοντο Σκύθαι δεόμενοι Ἰώνων λῦσαι τὸν πόρον , τοῖσι ἐπετέτραπτο φυλακὴ τῶν γεφυρέων τοῦ Ἴστρου · καὶ τότε γε Ἱστιαῖος Μιλήτου τύραννος εἰ ἐπέσπετο τῶν ἄλλων τυράννων τῇ γνώμῃ μηδὲ ἠναντιώθη , διέργαστο ἂν τὰ Περσέων πρήγματα . Καίτοι καὶ λόγῳ ἀκοῦσαι δεινόν , ἐπ’ ἀνδρί γε ἑνὶ πάντα τὰ βασιλέος πρήγματα γεγενῆσθαι .