7.10a Μαρδόνιος μὲν τοσαῦτα ἐπιλεήνας τὴν Ξέρξεω γνώμην ἐπέπαυτο . Σιωπώντων δὲ τῶν ἄλλων Περσέων καὶ οὐ τολμώντων γνώμην ἀποδείκνυσθαι ἀντίην τῇ προκειμένῃ , Ἀρτάβανος Ὑστάσπεος , πάτρως ἐὼν Ξέρξῃ , τῷ δὴ καὶ πίσυνος ἐών , ἔλεγε τάδε · ʹ βασιλεῦ , μὴ λεχθεισέων μὲν γνωμέων ἀντιέων ἀλλήλῃσι οὐκ ἔστι τὴν ἀμείνω αἱρεόμενον ἑλέσθαι , ἀλλὰ δεῖ τῇ εἰρημένῃ χρᾶσθαι · λεχθεισέων δὲ ἔστι , ὥσπερ τὸν χρυσὸν τὸν ἀκήρατον αὐτὸν μὲν ἐπ’ ἑωυτοῦ οὐ διαγινώσκομεν , ἐπεὰν δὲ παρατρίψωμεν ἄλλῳ χρυσῷ , διαγινώσκομεν τὸν ἀμείνω . Ἐγὼ δὲ καὶ πατρὶ τῷ σῷ , ἀδελφεῷ δὲ ἐμῷ Δαρείῳ ἠγόρευον μὴ στρατεύεσθαι ἐπὶ Σκύθας , ἄνδρας οὐδαμόθι γῆς ἄστυ νέμοντας · δέ , ἐλπίζων Σκύθας τοὺς νομάδας καταστρέψεσθαι , ἐμοί τε οὐκ ἐπείθετο , στρατευσάμενός τε πολλοὺς καὶ ἀγαθοὺς τῆς στρατιῆς ἀποβαλὼν ἀπῆλθε . Σὺ δέ , βασιλεῦ , μέλλεις ἐπ’ ἄνδρας στρατεύεσθαι πολλὸν ἔτι ἀμείνονας Σκύθας , οἳ κατὰ θάλασσάν τε ἄριστοι καὶ κατὰ γῆν λέγονται εἶναι · τὸ δὲ αὐτοῖσι ἔνεστι δεινόν , ἐμέ σοι δίκαιόν ἐστι φράζειν .