7.9b Καίτοι γε ἐώθασι Ἕλληνες , ὡς πυνθάνομαι , ἀβουλότατα πολέμους ἵστασθαι ὑπό τε ἀγνωμοσύνης καὶ σκαιότητος · ἐπεὰν γὰρ ἀλλήλοισι πόλεμον προείπωσι , ἐξευρόντες τὸ κάλλιστον χωρίον καὶ λειότατον , ἐς τοῦτο κατιόντες μάχονται , ὥστε σὺν κακῷ μεγάλῳ οἱ νικῶντες ἀπαλλάσσονται · περὶ δὲ τῶν ἑσσουμένων οὐδὲ λέγω ἀρχήν · ἐξώλεες γὰρ δὴ γίνονται . Τοὺς χρῆν , ἐόντας ὁμογλώσσους , κήρυξί τε διαχρεωμένους καὶ ἀγγέλοισι καταλαμβάνειν τὰς διαφορὰς καὶ παντὶ μᾶλλον μάχῃσι · εἰ δὲ πάντως ἔδεε πολεμέειν πρὸς ἀλλήλους , ἐξευρίσκειν χρῆν τῇ ἑκάτεροί εἰσι δυσχειρωτότατοι καὶ ταύτῃ πειρᾶν . Τρόπῳ τοίνυν οὐ χρηστῷ Ἕλληνες διαχρεώμενοι ἐμέο ἐλάσαντος μέχρι Μακεδονίης γῆς οὐκ ἦλθον ἐς τούτου λόγον ὥστε μάχεσθαι .
7.9g Σοὶ δὲ δὴ μέλλει τίς , βασιλεῦ , ἀντιώσεσθαι πόλεμον προφέρων , ἄγοντι καὶ πλῆθος τὸ ἐκ τῆς Ἀσίης καὶ νέας τὰς ἁπάσας ; Ὡς μὲν ἐγὼ δοκέω , οὐκ ἐς τοῦτο θάρσεος ἀνήκει τὰ Ἑλλήνων πρήγματα · εἰ δὲ ἄρα ἔγωγε ψευσθείην γνώμῃ καὶ ἐκεῖνοι ἐπαρθέντες ἀβουλίῃ ἔλθοιεν ἡμῖν ἐς μάχην , μάθοιεν ἂν ὥς εἰμεν ἀνθρώπων ἄριστοι τὰ πολέμια . Ἔστω δ’ ὦν μηδὲν ἀπείρητον · αὐτόματον γὰρ οὐδέν , ἀλλ’ ἀπὸ πείρης πάντα ἀνθρώποισι φιλέει γίνεσθαι . ʹ