7.8d Ὑμεῖς δ’ ἄν μοι τάδε ποιεῦντες χαρίζοισθε · ἐπεὰν ὑμῖν σημήνω τὸν χρόνον ἐς τὸν ἥκειν δεῖ , προθύμως πάντα τινὰ ὑμέων χρήσει παρεῖναι · ὃς ἂν δὲ ἔχων ἥκῃ παρεσκευασμένον στρατὸν κάλλιστα , δώσω οἱ δῶρα τὰ τιμιώτατα νομίζεται εἶναι ἐν ἡμετέρου . Ποιητέα μέν νυν ταῦτά ἐστι οὕτω . Ἵνα δὲ μὴ ἰδιοβουλέειν ὑμῖν δοκέω , τίθημι τὸ πρῆγμα ἐς μέσον , γνώμην κελεύων ὑμέων τὸν βουλόμενον ἀποφαίνεσθαι . ʹ Ταῦτα εἴπας ἐπαύετο . ʹ
7.9a Μετ’ αὐτὸν δὲ Μαρδόνιος ἔλεγε · ʹ δέσποτα , οὐ μοῦνον εἶς τῶν γενομένων Περσέων ἄριστος , ἀλλὰ καὶ τῶν ἐσομένων , ὃς τά τε ἄλλα λέγων ἐπίκεο ἄριστα καὶ ἀληθέστατα καὶ Ἴωνας τοὺς ἐν τῇ Εὐρώπῃ κατοικημένους οὐκ ἐάσεις καταγελάσαι ἡμῖν , ἐόντας ἀναξίους . Καὶ γὰρ δεινὸν ἂν εἴη πρῆγμα , εἰ Σάκας μὲν καὶ Ἰνδοὺς καὶ Αἰθίοπάς τε καὶ Ἀσσυρίους ἄλλα τε ἔθνεα πολλὰ καὶ μεγάλα , ἀδικήσαντα Πέρσας οὐδέν , ἀλλὰ δύναμιν προσκτᾶσθαι βουλόμενοι , καταστρεψάμενοι δούλους ἔχομεν , Ἕλληνας δὲ ὑπάρξαντας ἀδικίης οὐ τιμωρησόμεθα . Τί δείσαντες ; κοίην πλήθεος συστροφήν ; κοίην δὲ χρημάτων δύναμιν ; Τῶν ἐπιστάμεθα μὲν τὴν μάχην , ἐπιστάμεθα δὲ τὴν δύναμιν ἐοῦσαν ἀσθενέα · ἔχομεν δὲ αὐτῶν παῖδας καταστρεψάμενοι , τούτους οἳ ἐν τῇ ἡμετέρῃ κατοικημένοι Ἴωνές τε καὶ Αἰολέες καὶ Δωριέες καλέονται . Ἐπειρήθην δὲ καὶ αὐτὸς ἤδη ἐπελαύνων ἐπὶ τοὺς ἄνδρας τούτους ὑπὸ πατρὸς τοῦ σοῦ κελευσθείς , καί μοι μέχρι Μακεδονίης ἐλάσαντι καὶ ὀλίγον ἀπολιπόντι ἐς αὐτὰς Ἀθήνας ἀπικέσθαι οὐδεὶς ἠντιώθη ἐς μάχην .