7.8b μέλλω ζεύξας τὸν Ἑλλήσποντον ἐλᾶν στρατὸν διὰ τῆς Εὐρώπης ἐπὶ τὴν Ἑλλάδα , ἵνα Ἀθηναίους τιμωρήσωμαι ὅσα δὴ πεποιήκασι Πέρσας τε καὶ πατέρα τὸν ἐμόν . Ὡρᾶτε μέν νυν καὶ πατέρα τὸν ἐμὸν Δαρεῖον ἰθύοντα στρατεύεσθαι ἐπὶ τοὺς ἄνδρας τούτους · ἀλλ’ μὲν τετελεύτηκε καὶ οὐκ ἐξεγένετό οἱ τιμωρήσασθαι . Ἐγὼ δὲ ὑπέρ τε ἐκείνου καὶ τῶν ἄλλων Περσέων οὐ πρότερον παύσομαι πρὶν ἕλω τε καὶ πυρώσω τὰς Ἀθήνας , οἵ γε ἐμὲ καὶ πατέρα τὸν ἐμὸν ὑπῆρξαν ἄδικα ποιεῦντες . Πρῶτα μὲν ἐς Σάρδις ἐλθόντες ἅμα Ἀρισταγόρῃ τῷ Μιλησίῳ , δούλῳ δὲ ἡμετέρῳ , ἀπικόμενοι ἐνέπρησαν τά τε ἄλσεα καὶ τὰ ἱρά , δεύτερα δὲ ἡμέας οἷα ἔρξαν ἐς τὴν σφετέρην ἀποβάντας , ὅτε Δᾶτίς τε καὶ Ἀρταφρένης ἐστρατήγεον , τὰ ἐπίστασθέ κου πάντες .
7.8g Τούτων μὲν δὴ εἵνεκα ἀνάρτημαι ἐπ’ αὐτοὺς στρατεύεσθαι . Ἀγαθὰ δὲ ἐν αὐτοῖσι τοσάδε ἀνευρίσκω λογιζόμενος · εἰ τούτους τε καὶ τοὺς τούτοισι πλησιοχώρους καταστρεψόμεθα , οἳ Πέλοπος τοῦ Φρυγὸς νέμονται χώρην , γῆν τὴν Περσίδα ἀποδέξομεν τῷ Διὸς αἰθέρι ὁμουρέουσαν · οὐ γὰρ δὴ χώρην γε οὐδεμίαν κατόψεται ἥλιος ὁμουρέουσαν τῇ ἡμετέρῃ , ἀλλά σφεας πάσας ἐγὼ ἅμα ὑμῖν μίαν χώρην θήσω , διὰ πάσης διεξελθὼν τῆς Εὐρώπης . Πυνθάνομαι γὰρ ὧδε ἔχειν , οὔτε τινὰ πόλιν ἀνδρῶν οὐδεμίαν οὔτε ἔθνος οὐδὲν ἀνθρώπων ὑπολείπεσθαι , τὸ ἡμῖν οἷόν τε ἔσται ἐλθεῖν ἐς μάχην , τούτων τῶν κατέλεξα ὑπεξαραιρημένων . Οὕτω οἵ τε ἡμῖν αἴτιοι ἕξουσι δούλιον ζυγὸν οἵ τε ἀναίτιοι .