7.8a Ξέρξης δὲ μετὰ Αἰγύπτου ἅλωσιν ὡς ἔμελλε ἐς χεῖρας ἄξεσθαι τὸ στράτευμα τὸ ἐπὶ τὰς Ἀθήνας , σύλλογον ἐπίκλητον Περσέων τῶν ἀρίστων ἐποιέετο , ἵνα γνώμας τε πύθηταί σφεων καὶ αὐτὸς ἐν πᾶσι εἴπῃ τὰ θέλει . Ὡς δὲ συνελέχθησαν , ἔλεγε Ξέρξης τάδε · Ἄνδρες Πέρσαι , οὔτ’ αὐτὸς κατηγήσομαι νόμον τόνδε ἐν ὑμῖν τιθείς , παραδεξάμενός τε αὐτῷ χρήσομαι · ὡς γὰρ ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων , οὐδαμά κω ἠτρεμίσαμεν ἐπείτε παρελάβομεν τὴν ἡγεμονίην τήνδε παρὰ Μήδων , Κύρου κατελόντος Ἀστυάγεα · ἀλλὰ θεός τε οὕτω ἄγει καὶ αὐτοῖσι ἡμῖν πολλὰ ἐπέπουσι συμφέρεται ἐπὶ τὸ ἄμεινον . Τὰ μέν νυν Κῦρός τε καὶ Καμβύσης πατήρ τε ἐμὸς Δαρεῖος κατεργάσαντο καὶ προσεκτήσαντο ἔθνεα , ἐπισταμένοισι εὖ οὐκ ἄν τις λέγοι . Ἐγὼ δὲ ἐπείτε παρέλαβον τὸν θρόνον τοῦτον , ἐφρόντιζον ὅκως μὴ λείψομαι τῶν πρότερον γενομένων ἐν τιμῇ τῇδε μηδὲ ἐλάσσω προσκτήσομαι δύναμιν Πέρσῃσι . Φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος ἡμῖν προσγινόμενον χώρην τε τῆς νῦν ἐκτήμεθα οὐκ ἐλάσσω οὐδὲ φλαυροτέρην παμφορωτέρην δέ , ἅμα δὲ τιμωρίην τε καὶ τίσιν γινομένην . Διὸ ὑμέας νῦν ἐγὼ συνέλεξα , ἵνα τὸ νοέω πρήσσειν ὑπερθέωμαι ὑμῖν ·