7.5 τοίνυν Ξέρξης ἐπὶ μὲν τὴν Ἑλλάδα οὐδαμῶς πρόθυμος ἦν κατ’ ἀρχὰς στρατεύεσθαι , ἐπὶ δὲ Αἴγυπτον ἐποιέετο στρατιῆς ἄγερσιν . Παρεὼν δὲ καὶ δυνάμενος παρ’ αὐτῷ μέγιστον Περσέων Μαρδόνιος Γωβρύεω , ὃς ἦν Ξέρξῃ μὲν ἀνεψιός , Δαρείου δὲ ἀδελφεῆς παῖς , τοιούτου λόγου εἴχετο , λέγων · ʹ Δέσποτα , οὐκ οἰκός ἐστι Ἀθηναίους ἐργασαμένους πολλὰ δὴ κακὰ Πέρσας μὴ οὐ δοῦναι δίκην τῶν ἐποίησαν . Ἀλλ’ εἰ τὸ μὲν νῦν ταῦτα πρήσσοις τά περ ἐν χερσὶ ἔχεις · ἡμερώσας δὲ Αἴγυπτον τὴν ἐξυβρίσασαν στρατηλάτεε ἐπὶ τὰς Ἀθήνας , ἵνα λόγος τέ σε ἔχῃ πρὸς ἀνθρώπων ἀγαθὸς καί τις ὕστερον φυλάσσηται ἐπὶ γῆν τὴν σὴν στρατεύεσθαι . ʹ Οὗτος μέν οἱ λόγος ἦν τιμωρός , τούτου δὲ τοῦ λόγου παρενθήκην ποιεέσκετο τήνδε , ὡς Εὐρώπη περικαλλὴς εἴη χώρη καὶ δένδρεα παντοῖα φέρουσα ἥμερα ἀρετήν τε ἄκρη , βασιλέϊ τε μούνῳ θνητῶν ἀξίη ἐκτῆσθαι .