7.3 Δαρείου δὲ οὐκ ἀποδεικνυμένου κω γνώμην ἐτύγχανε κατὰ τὠυτὸ τούτοισι καὶ Δημάρητος Ἀρίστωνος ἀναβεβηκὼς ἐς Σοῦσα , ἐστερημένος τε τῆς ἐν Σπάρτῃ βασιληίης καὶ φυγὴν ἐπιβαλὼν ἑωυτῷ ἐκ Λακεδαίμονος . Οὗτος ὡνὴρ πυθόμενος τῶν Δαρείου παίδων τὴν διαφορήν , ἐλθών , ὡς φάτις μιν ἔχει , Ξέρξῃ συνεβούλευε λέγειν πρὸς τοῖσι ἔλεγε ἔπεσι ὡς αὐτὸς μὲν γένοιτο Δαρείῳ ἤδη βασιλεύοντι καὶ ἔχοντι τὸ Περσέων κράτος , Ἀρτοβαζάνης δὲ ἔτι ἰδιώτῃ ἐόντι Δαρείῳ · οὐκ ὦν οὔτε οἰκὸς εἴη οὔτε δίκαιον ἄλλον τινὰ τὸ γέρας ἔχειν πρὸ ἑωυτοῦ , ἐπεί γε καὶ ἐν Σπάρτῃ , ἔφη Δημάρητος ὑποτιθέμενος , οὕτω νομίζεσθαι , ἢν οἱ μὲν προγεγονότες ἔωσι πρὶν τὸν πατέρα σφέων βασιλεῦσαι , δὲ βασιλεύοντι ὀψίγονος ἐπιγένηται , τοῦ ἐπιγενομένου τὴν ἔκδεξιν τῆς βασιληίης γίνεσθαι . Χρησαμένου δὲ Ξέρξεω τῇ Δημαρήτου ὑποθήκῃ , γνοὺς Δαρεῖος ὡς λέγοι δίκαια βασιλέα μιν ἀπέδεξε . Δοκέειν δέ μοι , καὶ ἄνευ ταύτης τῆς ὑποθήκης βασιλεῦσαι ἂν Ξέρξης · γὰρ Ἄτοσσα εἶχε τὸ πᾶν κράτος .
7.4 Ἀποδέξας δὲ βασιλέα Πέρσῃσι Ξέρξην Δαρεῖος ὁρμᾶτο στρατεύεσθαι · ἀλλὰ γὰρ μετὰ ταῦτά τε καὶ Αἰγύπτου ἀπόστασιν τῷ ὑστέρῳ ἔτεϊ παρασκευαζόμενον συνήνεικε αὐτὸν Δαρεῖον , βασιλεύσαντα τὰ πάντα ἕξ τε καὶ τριήκοντα ἔτεα , ἀποθανεῖν , οὐδέ οἱ ἐξεγένετο οὔτε τοὺς ἀπεστεῶτας Αἰγυπτίους οὔτε Ἀθηναίους τιμωρήσασθαι . Ἀποθανόντος δὲ Δαρείου βασιληίη ἀνεχώρησε ἐς τὸν παῖδα τὸν ἐκείνου Ξέρξην .