7.6 Ταῦτα δὲ ἔλεγε οἷα νεωτέρων ἔργων ἐπιθυμητὴς ἐὼν καὶ θέλων αὐτὸς τῆς Ἑλλάδος ὕπαρχος εἶναι . Χρόνῳ δὲ κατεργάσατό τε καὶ ἀνέπεισε Ξέρξην ὥστε ποιέειν ταῦτα · συνέλαβε γὰρ καὶ ἄλλα οἱ σύμμαχα γενόμενα ἐς τὸ πείθεσθαι Ξέρξην · τοῦτο μὲν ἀπὸ τῆς Θεσσαλίης παρὰ τῶν Ἀλευαδέων ἀπιγμένοι ἄγγελοι ἐπεκαλέοντο βασιλέα πᾶσαν προθυμίην παρεχόμενοι ἐπὶ τὴν Ἑλλάδα οἱ δὲ Ἀλευάδαι οὗτοι ἦσαν Θεσσαλίης βασιλέες , τοῦτο δὲ Πεισιστρατιδέων οἱ ἀναβεβηκότες ἐς Σοῦσα , τῶν τε αὐτῶν λόγων ἐχόμενοι τῶν καὶ οἱ Ἀλευάδαι , καὶ δή τι πρὸς τούτοισι ἔτι πλέον προσωρέγοντό οἱ . Ἔχοντες Ὀνομάκριτον , ἄνδρα Ἀθηναῖον χρησμολόγον τε καὶ διαθέτην χρησμῶν τῶν Μουσαίου , ἀνεβεβήκεσαν , τὴν ἔχθρην προκαταλυσάμενοι . Ἐξηλάσθη γὰρ ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου Ὀνομάκριτος ἐξ Ἀθηνέων , ἐπ’ αὐτοφώρῳ ἁλοὺς ὑπὸ Λάσου τοῦ Ἑρμιονέος ἐμποιέων ἐς τὰ Μουσαίου χρησμὸν ὡς αἱ ἐπὶ Λήμνῳ ἐπικείμεναι νῆσοι ἀφανιοίατο κατὰ τῆς θαλάσσης · διὸ ἐξήλασέ μιν Ἵππαρχος , πρότερον χρεώμενος τὰ μάλιστα . Τότε δὲ συναναβάς , ὅκως ἀπίκοιτο ἐς ὄψιν τὴν βασιλέος , λεγόντων τῶν Πεισιστρατιδέων περὶ αὐτοῦ σεμνοὺς λόγους , κατέλεγε τῶν χρησμῶν · εἰ μέν τι ἐνέοι σφάλμα φέρον τῷ βαρβάρῳ , τῶν μὲν ἔλεγε οὐδέν , δὲ τὰ εὐτυχέστατα ἐκλεγόμενος ἔλεγε , τόν τε Ἑλλήσποντον ὡς ζευχθῆναι χρεὸν εἴη ὑπ’ ἀνδρὸς Πέρσεω , τήν τε ἔλασιν ἐξηγεόμενος . Οὗτός τε δὴ χρησμῳδέων προσεφέρετο , καὶ οἵ τε Πεισιστρατίδαι καὶ οἱ Ἀλευάδαι γνώμας ἀποδεικνύμενοι .