7.t ΠΟΛΥΜΝΙΑ
7.1 Ἐπεὶ δὲ ἀγγελίη ἀπίκετο περὶ τῆς μάχης τῆς ἐν Μαραθῶνι γενομένης παρὰ βασιλέα Δαρεῖον τὸν Ὑστάσπεος καὶ πρὶν μεγάλως κεχαραγμένον τοῖσι Ἀθηναίοισι διὰ τὴν ἐς Σάρδις ἐσβολήν , καὶ δὴ καὶ τότε πολλῷ τε δεινότερα ἐποίεε καὶ μᾶλλον ὥρμητο στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα . Καὶ αὐτίκα μὲν ἐπηγγέλλετο πέμπων ἀγγέλους κατὰ πόλις ἑτοιμάζειν στρατιήν , πολλῷ πλέω ἐπιτάσσων ἑκάστοισι πρότερον παρεῖχον , καὶ νέας τε καὶ ἵππους καὶ σῖτον καὶ πλοῖα . Τούτων δὲ περιαγγελλομένων Ἀσίη ἐδονέετο ἐπὶ τρία ἔτεα , καταλεγομένων τε τῶν ἀρίστων ὡς ἐπὶ τὴν Ἑλλάδα στρατευσομένων καὶ παρασκευαζομένων . Τετάρτῳ δὲ ἔτεϊ Αἰγύπτιοι ὑπὸ Καμβύσεω δουλωθέντες ἀπέστησαν ἀπὸ Περσέων · ἐνθαῦτα δὴ καὶ μᾶλλον ὥρμητο καὶ ἐπ’ ἀμφοτέρους στρατεύεσθαι .
7.2 Στελλομένου δὲ Δαρείου ἐπ’ Αἴγυπτον καὶ Ἀθήνας , τῶν παίδων αὐτοῦ στάσις ἐγένετο μεγάλη περὶ τῆς ἡγεμονίης , ὡς δεῖ μιν ἀποδέξαντα βασιλέα κατὰ τὸν Περσέων νόμον οὕτω στρατεύεσθαι . Ἦσαν γὰρ Δαρείῳ καὶ πρότερον βασιλεῦσαι γεγονότες τρεῖς παῖδες ἐκ τῆς προτέρης γυναικός , Γωβρύεω θυγατρός , καὶ βασιλεύσαντι ἐξ Ἀτόσσης τῆς Κύρου ἕτεροι τέσσερες · τῶν μὲν δὴ προτέρων ἐπρέσβευε Ἀρτοβαζάνης , τῶν δὲ ἐπιγενομένων Ξέρξης . Ἐόντες δὲ μητρὸς οὐ τῆς αὐτῆς ἐστασίαζον , μὲν γὰρ Ἀρτοβαζάνης κατ’ τι πρεσβύτατός τε εἴη παντὸς τοῦ γόνου καὶ ὅτι νομιζόμενον εἴη πρὸς πάντων ἀνθρώπων τὸν πρεσβύτατον τὴν ἀρχὴν ἔχειν , Ξέρξης δὲ ὡς Ἀτόσσης τε παῖς εἴη τῆς Κύρου θυγατρὸς καὶ ὅτι Κῦρος εἴη κτησάμενος τοῖσι Πέρσῃσι τὴν ἐλευθερίην .