6.137 Λῆμνον δὲ Μιλτιάδης Κίμωνος ὧδε ἔσχε . Πελασγοὶ ἐπείτε ἐκ τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξεβλήθησαν , εἴτε ὦν δὴ δικαίως εἴτε ἀδίκως · τοῦτο γὰρ οὐκ ἔχω φράσαι , πλὴν τὰ λεγόμενα , ὅτι Ἑκαταῖος μὲν Ἡγησάνδρου ἔφησε ἐν τοῖσι λόγοισι λέγων ἀδίκως . Ἐπείτε γὰρ ἰδεῖν τοὺς Ἀθηναίους τὴν χώρην , τήν σφι αὐτοὶ ὑπὸ τὸν Ὑμησσὸν ἐοῦσαν ἔδοσαν οἰκῆσαι μισθὸν τοῦ τείχεος τοῦ περὶ τὴν Ἀκρόπολίν κοτε ἐληλαμένου , ταύτην ὡς ἰδεῖν τοὺς Ἀθηναίους ἐξεργασμένην εὖ , τὴν πρότερον εἶναι κακήν τε καὶ τοῦ μηδενὸς ἀξίην , λαβεῖν φθόνον τε καὶ ἵμερον τῆς γῆς , καὶ οὕτω ἐξελαύνειν αὐτοὺς οὐδεμίαν ἄλλην πρόφασιν προϊσχομένους τοὺς Ἀθηναίους . Ὡς δὲ αὐτοὶ Ἀθηναῖοι λέγουσι , δικαίως ἐξελάσαι · κατοικημένους γὰρ τοὺς Πελασγοὺς ὑπὸ τῷ Ὑμησσῷ ἐνθεῦτεν ὁρμωμένους ἀδικέειν τάδε . Φοιτᾶν γὰρ αἰεὶ τὰς σφετέρας θυγατέρας τε καὶ τοὺς παῖδας ἐπ’ ὕδωρ ἐπὶ τὴν Ἐννεάκρουνον · οὐ γὰρ εἶναι τοῦτον τὸν χρόνον σφίσι κω οὐδὲ τοῖσι ἄλλοισι Ἕλλησι οἰκέτας · ὅκως δὲ ἔλθοιεν αὗται , τοὺς Πελασγοὺς ὑπὸ ὕβριός τε καὶ ὀλιγωρίης βιᾶσθαι σφέας . Καὶ ταῦτα μέντοι σφι οὐκ ἀποχρᾶν ποιέειν , ἀλλὰ τέλος καὶ ἐπιβουλεύοντας ἐπιχειρήσειν φανῆναι ἐπ’ αὐτοφώρῳ . Ἑωυτοὺς δὲ γενέσθαι τοσούτῳ ἐκείνων ἄνδρας ἀμείνονας , ὅσῳ παρεὸν αὐτοῖσι ἀποκτεῖναι τοὺς Πελασγούς , ἐπεί σφεας ἔλαβον ἐπιβουλεύοντας , οὐκ ἐθελῆσαι , ἀλλά σφι προειπεῖν ἐκ τῆς γῆς ἐξιέναι . Τοὺς δὲ οὕτω δὴ ἐκχωρήσαντας ἄλλα τε σχεῖν χωρία καὶ δὴ καὶ Λῆμνον . Ἐκεῖνα μὲν δὴ Ἑκαταῖος ἔλεξε , ταῦτα δὲ Ἀθηναῖοι λέγουσι .