6.135 Μιλτιάδης μέν νυν φλαύρως ἔχων ἀπέπλεε ὀπίσω , οὔτε χρήματα Ἀθηναίοισι ἄγων οὔτε Πάρον προσκτησάμενος , ἀλλὰ πολιορκήσας τε ἓξ καὶ εἴκοσι ἡμέρας καὶ δηιώσας τὴν νῆσον . Πάριοι δὲ πυθόμενοι ὡς ὑποζάκορος τῶν θεῶν Τιμὼ Μιλτιάδῃ κατηγήσατο , βουλόμενοί μιν ἀντὶ τούτων τιμωρήσασθαι θεοπρόπους ἐς Δελφοὺς πέμπουσι , ὥς σφεας ἡσυχίη τῆς πολιορκίης ἔσχε · ἔπεμπον δὲ ἐπειρησομένους εἰ καταχρήσωνται τὴν ὑποζάκορον τῶν Θεῶν ὡς ἐξηγησαμένην τοῖσι ἐχθροῖσι τῆς πατρίδος ἅλωσιν καὶ τὰ ἐς ἔρσενα γόνον ἄρρητα ἱρὰ ἐκφήνασαν Μιλτιάδῃ . δὲ Πυθίη οὐκ ἔα , φᾶσα οὐ Τιμοῦν εἶναι τὴν αἰτίην τούτων , ἀλλὰ δεῖν γὰρ Μιλτιάδην τελευτᾶν μὴ εὖ , φανῆναί οἱ τῶν κακῶν κατηγεμόνα . Παρίοισι μὲν δὴ ταῦτα Πυθίη ἔχρησε .
6.136 Ἀθηναῖοι δὲ Μιλτιάδην ἐκ Πάρου ἀπονοστήσαντα εἶχον ἐν στόμασι , οἵ τε ἄλλοι καὶ μάλιστα Ξάνθιππος Ἀρίφρονος , ὃς θανάτου ὑπαγαγὼν ὑπὸ τὸν δῆμον Μιλτιάδην ἐδίωκε τῆς Ἀθηναίων ἀπάτης εἵνεκεν . Μιλτιάδης δὲ αὐτὸς μὲν παρεὼν οὐκ ἀπελογέετο ἦν γὰρ ἀδύνατος ὥστε σηπομένου τοῦ μηροῦ , προκειμένου δὲ αὐτοῦ ἐν κλίνῃ ὑπεραπελογέοντο οἱ φίλοι , τῆς μάχης τε τῆς ἐν Μαραθῶνι γενομένης πολλὰ ἐπιμεμνημένοι καὶ τὴν Λήμνου αἵρεσιν , ὡς ἑλὼν Λῆμνόν τε καὶ τεισάμενος τοὺς Πελασγοὺς παρέδωκε Ἀθηναίοισι . Προσγενομένου δὲ τοῦ δήμου αὐτῷ κατὰ τὴν ἀπόλυσιν τοῦ θανάτου , ζημιώσαντος δὲ κατὰ τὴν ἀδικίην πεντήκοντα ταλάντοισι , Μιλτιάδης μὲν μετὰ ταῦτα σφακελίσαντός τε τοῦ μηροῦ καὶ σαπέντος τελευτᾷ , τὰ δὲ πεντήκοντα τάλαντα ἐξέτεισε παῖς αὐτοῦ Κίμων .