6.138 Οἱ δὲ Πελασγοὶ οὗτοι Λῆμνον τότε νεμόμενοι , καὶ βουλόμενοι τοὺς Ἀθηναίους τιμωρήσασθαι εὖ τε ἐξεπιστάμενοι τὰς Ἀθηναίων ὁρτάς , πεντηκοντέρους κτησάμενοι ἐλόχησαν Ἀρτέμιδι ἐν Βραυρῶνι ἀγούσας ὁρτὴν τὰς τῶν Ἀθηναίων γυναῖκας , ἐνθεῦτεν δὲ ἁρπάσαντες τουτέων πολλὰς οἵχοντο ἀποπλέοντες καί σφεας ἐς Λῆμνον ἀγαγόντες παλλακὰς εἶχον . Ὡς δὲ τέκνων αὗται αἱ γυναῖκες ὑπεπλήσθησαν , γλῶσσάν τε τὴν Ἀττικὴν καὶ τρόπους τοὺς Ἀθηναίων ἐδίδασκον τοὺς παῖδας . Οἱ δὲ οὔτε συμμίσγεσθαι τοῖσι ἐκ τῶν Πελασγίδων γυναικῶν παισὶ ἤθελον , εἴ τε τύπτοιτό τις αὐτῶν ὑπ’ ἐκείνων τινός , ἐβοήθεόν τε πάντες καὶ ἐτιμώρεον ἀλλήλοισι · καὶ δὴ καὶ ἄρχειν τε τῶν παίδων οἱ παῖδες ἐδικαίουν καὶ πολλῷ ἐπεκράτεον . Μαθόντες δὲ ταῦτα οἱ Πελασγοὶ ἑωυτοῖσι λόγους ἐδίδοσαν · καί σφι βουλευομένοισι δεινόν τι ἐσέδυνε , εἰ δὴ διαγινώσκοιεν σφίσι τε βοηθέειν οἱ παῖδες πρὸς τῶν κουριδιέων γυναικῶν τοὺς παῖδας καὶ τούτων αὐτίκα ἄρχειν πειρῴατο , τί δὴ ἀνδρωθέντες δῆθεν ποιήσουσι . Ἐνθαῦτα ἔδοξέ σφι κτείνειν τοὺς παῖδας τοὺς ἐκ τῶν Ἀττικέων γυναικῶν . Ποιεῦσι δὴ ταῦτα , προσαπολλύουσι δέ σφεων καὶ τὰς μητέρας . Ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ τοῦ προτέρου τούτων , τὸ ἐργάσαντο αἱ γυναῖκες τοὺς ἅμα Θόαντι ἄνδρας σφετέρους ἀποκτείνασαι , νενόμισται ἀνὰ τὴν Ἑλλάδα τὰ σχέτλια ἔργα πάντα Λήμνια καλέεσθαι .