6.134 Ἐς μὲν δὴ τοσοῦτο τοῦ λόγου οἱ πάντες Ἕλληνες λέγουσι , τὸ ἐνθεῦτεν δὲ αὐτοὶ Πάριοι γενέσθαι ὧδε λέγουσι · Μιλτιάδῃ ἀπορέοντι ἐλθεῖν ἐς λόγους αἰχμάλωτον γυναῖκα , ἐοῦσαν μὲν Παρίην γένος , οὔνομα δέ οἱ εἶναι Τιμοῦν , εἶναι δὲ ὑποζάκορον τῶν Χθονίων Θεῶν . Ταύτην ἐλθοῦσαν ἐς ὄψιν Μιλτιάδεω συμβουλεῦσαι , εἰ περὶ πολλοῦ ποιέεται Πάρον ἑλεῖν , τὰ ἂν αὐτὴ ὑποθῆται ταῦτα ποιέειν . Μετὰ δὲ τὴν μὲν ὑποθέσθαι , τὸν δὲ διερχόμενον . . . ἐπὶ τὸν κολωνὸν τὸν πρὸ τῆς πόλιος ἐόντα τὸ ἕρκος Θεσμοφόρου Δήμητρος ὑπερθορεῖν , οὐ δυνάμενον τὰς θύρας ἀνοῖξαι , ὑπερθορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον τι δὴ ποιήσοντα ἐντός , εἴτε κινήσοντά τι τῶν ἀκινήτων εἴτε τι δή κοτε πρήξοντα · πρὸς τῇσι θύρῃσί τε γενέσθαι καὶ πρόκατε φρίκης αὐτὸν ὑπελθούσης ὀπίσω τὴν αὐτὴν ὁδὸν ἵεσθαι , καταθρῴσκοντα δὲ τὴν αἱμασιὴν τὸν μηρὸν σπασθῆναι · οἱ δὲ αὐτὸν τὸ γόνυ προσπταῖσαι λέγουσι .