6.132 Μετὰ δὲ τὸ ἐν Μαραθῶνι τρῶμα γενόμενον Μιλτιάδης , καὶ πρότερον εὐδοκιμέων παρὰ Ἀθηναίοισι , τότε μᾶλλον αὔξετο . Αἰτήσας δὲ νέας ἑβδομήκοντα καὶ στρατιήν τε καὶ χρήματα Ἀθηναίους , οὐ φράσας σφι ἐπ’ ἣν ἐπιστρατεύσεται χώρην , ἀλλὰ φὰς αὐτοὺς καταπλουτιεῖν ἤν οἱ ἕπωνται · ἐπὶ γὰρ χώρην τοιαύτην δή τινα ἄξειν ὅθεν χρυσὸν εὐπετέως ἄφθονον οἴσονται · λέγων τοιαῦτα αἴτεε τὰς νέας . Ἀθηναῖοι δὲ τούτοισι ἐπαρθέντες παρέδοσαν .
6.133 Παραλαβὼν δὲ Μιλτιάδης τὴν στρατιὴν ἔπλεε ἐπὶ Πάρον , πρόφασιν ἔχων ὡς οἱ Πάριοι ὑπῆρξαν πρότεροι στρατευόμενοι τριήρεϊ ἐς Μαραθῶνα ἅμα τῷ Πέρσῃ . Τοῦτο μὲν δὴ πρόσχημα λόγου ἦν , ἀτάρ τινα καὶ ἔγκοτον εἶχε τοῖσι Παρίοισι διὰ Λυσαγόρην τὸν Τεισίεω , ἐόντα γένος Πάριον , διαβαλόντα μιν πρὸς Ὑδάρνεα τὸν Πέρσην . Ἀπικόμενος δὲ ἐς τὴν ἔπλεε Μιλτιάδης τῇ στρατιῇ ἐπολιόρκεε Παρίους κατειλημένους ἐντὸς τείχεος , καὶ ἐσπέμπων κήρυκα αἴτεε ἑκατὸν τάλαντα , φάς , ἢν μή οἱ δῶσι , οὐκ ἀπαναστήσειν τὴν στρατιὴν πρὶν ἐξέλῃ σφέας . Οἱ δὲ Πάριοι ὅκως μέν τι δώσουσι Μιλτιάδῃ ἀργύριον οὐδὲ διενοεῦντο , οἱ δὲ ὅκως διαφυλάξουσι τὴν πόλιν τοῦτο ἐμηχανῶντο , ἄλλα τε ἐπιφραζόμενοι καὶ τῇ μάλιστα ἔσκε ἑκάστοτε ἐπίμαχον τοῦ τείχεος , τοῦτο ἅμα νυκτὶ ἐξῄρετο διπλήσιον τοῦ ἀρχαίου . ʹ