6.130 Ἀπὸ τούτου μὲν τοῦτο ὀνομάζεται · Κλεισθένης δὲ σιγὴν ποιησάμενος ἔλεξε ἐς μέσον τάδε · ʹ Ἄνδρες παιδὸς τῆς ἐμῆς μνηστῆρες , ἐγὼ καὶ πάντας ὑμέας ἐπαινέω καὶ πᾶσι ὑμῖν , εἰ οἷόν τε εἴη , χαριζοίμην ἄν , μήτ’ ἕνα ὑμέων ἐξαίρετον ἀποκρίνων μήτε τοὺς λοιποὺς ἀποδοκιμάζων . Ἀλλ’ , οὐ γὰρ οἷά τέ ἐστι μιῆς περὶ παρθένου βουλεύοντα πᾶσι κατὰ νόον ποιέειν , τοῖσι μὲν ὑμέων ἀπελαυνομένοισι τοῦδε τοῦ γάμου τάλαντον ἀργυρίου ἑκάστῳ δωρεὴν δίδωμι τῆς ἀξιώσιος εἵνεκα τῆς ἐξ ἐμέο γῆμαι καὶ τῆς ἐξ οἴκου ἀποδημίης . Τῷ δὲ Ἀλκμέωνος Μεγακλέϊ ἐγγυῶ παῖδα τὴν ἐμὴν Ἀγαρίστην νόμοισι τοῖσι Ἀθηναίων . ʹ Φαμένου δὲ ἐγγυᾶσθαι Μεγακλέος ἐκεκύρωτο γάμος Κλεισθένεϊ .
6.131 Ἀμφὶ μὲν κρίσι τῶν μνηστήρων τοσαῦτα ἐγένετο , καὶ οὕτω Ἀλκμεωνίδαι ἐβώσθησαν ἀνὰ τὴν Ἑλλάδα . Τούτων δὲ συνοικησάντων γίνεται Κλεισθένης τε τὰς φυλὰς καὶ τὴν δημοκρατίην Ἀθηναίοισι καταστήσας , ἔχων τὸ οὔνομα ἀπὸ τοῦ μητροπάτορος τοῦ Σικυωνίου · οὗτός τε δὴ γίνεται Μεγακλέϊ καὶ Ἱπποκράτης . Ἐκ δὲ Ἱπποκράτεος Μεγακλέης τε ἄλλος καὶ Ἀγαρίστη ἄλλη , ἀπὸ τῆς Κλεισθένεος Ἀγαρίστης ἔχουσα τὸ οὔνομα , συνοικήσασά τε Ξανθίππῳ τῷ Ἀρίφρονος καὶ ἔγκυος ἐοῦσα εἶδε ὄψιν ἐν τῷ ὕπνῳ , ἐδόκεε δὲ λέοντα τεκεῖν · καὶ μετ’ ὀλίγας ἡμέρας τίκτει Περικλέα Ξανθίππῳ .