6.129 Ὡς δὲ κυρίη ἐγένετο τῶν ἡμερέων τῆς τε κατακλίσιος τοῦ γάμου καὶ ἐκφάσιος αὐτοῦ Κλεισθένεος τὸν κρίνοι ἐκ πάντων , θύσας βοῦς ἑκατὸν Κλεισθένης εὐώχεε αὐτούς τε τοὺς μνηστῆρας καὶ Σικυωνίους πάντας . Ὡς δὲ ἀπὸ δείπνου ἐγένοντο , οἱ μνηστῆρες ἔριν εἶχον ἀμφί τε μουσικῇ καὶ τῷ λεγομένῳ ἐς τὸ μέσον . Προϊούσης δὲ τῆς πόσιος κατέχων πολλὸν τοὺς ἄλλους Ἱπποκλείδης ἐκέλευσέ οἱ τὸν αὐλητὴν αὐλῆσαι ἐμμελείην · πειθομένου δὲ τοῦ αὐλητέω ὀρχήσατο . Καί κως ἑωυτῷ μὲν ἀρεστῶς ὀρχέετο , Κλεισθένης δὲ ὁρέων ὅλον τὸ πρῆγμα ὑπώπτευε . Μετὰ δὲ ἐπισχὼν Ἱπποκλείδης χρόνον ἐκέλευσέ τινα τράπεζαν ἐσενεῖκαι · ἐσελθούσης δὲ τῆς τραπέζης πρῶτα μὲν ἐπ’ αὐτῆς ὀρχήσατο Λακωνικὰ σχημάτια , μετὰ δὲ ἄλλα Ἀττικά , τὸ τρίτον δὲ τὴν κεφαλὴν ἐρείσας ἐπὶ τὴν τράπεζαν τοῖσι σκέλεσι ἐχειρονόμησε . Κλεισθένης δὲ τὰ μὲν πρῶτα καὶ τὰ δεύτερα ὀρχεομένου ἀποστυγέων γαμβρὸν ἄν οἱ ἔτι γενέσθαι Ἱπποκλείδην διὰ τήν τε ὄρχησιν καὶ τὴν ἀναιδείην κατεῖχε ἑωυτόν , οὐ βουλόμενος ἐκραγῆναι ἐς αὐτόν · ὡς δὲ εἶδε τοῖσι σκέλεσι χειρονομήσαντα , οὐκέτι κατέχειν δυνάμενος εἶπε · ʹ παῖ Τεισάνδρου , ἀπορχήσαό γε μὲν τὸν γάμον . ʹ δὲ Ἱπποκλείδης ὑπολαβὼν εἶπε · ʹ Οὐ φροντὶς Ἱπποκλείδῃ . ʹ