6.128 Τοσοῦτοι μὲν ἐγένοντο οἱ μνηστῆρες . Ἀπικομένων δὲ τούτων ἐς τὴν προειρημένην ἡμέρην , Κλεισθένης πρῶτα μὲν τὰς πάτρας τε αὐτῶν ἀνεπύθετο καὶ γένος ἑκάστου , μετὰ δὲ κατέχων ἐνιαυτὸν διεπειρᾶτο αὐτῶν τῆς τε ἀνδραγαθίης καὶ τῆς ὀργῆς καὶ παιδεύσιός τε καὶ τρόπου , καὶ ἑνὶ ἑκάστῳ ἰὼν ἐς συνουσίην καὶ συνάπασι · καὶ ἐς γυμνάσιά τε ἐξαγινέων ὅσοι ἦσαν αὐτῶν νεώτεροι , καὶ , τὸ μέγιστον , ἐν τῇ συνεστοῖ διεπειρᾶτο · ὅσον γὰρ κατεῖχε χρόνον αὐτούς , τοῦτον πάντα ἐποίεε καὶ ἅμα ἐξείνιζε μεγαλοπρεπέως . Καὶ δή κου μάλιστα τῶν μνηστήρων ἠρέσκοντό οἱ οἱ ἀπ’ Ἀθηνέων ἀπιγμένοι , καὶ τούτων μᾶλλον Ἱπποκλείδης Τεισάνδρου καὶ κατ’ ἀνδραγαθίην ἐκρίνετο καὶ ὅτι τὸ ἀνέκαθεν τοῖσι ἐν Κορίνθῳ Κυψελίδῃσι ἦν προσήκων .